Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.145
Not analysed yet
Πρὸς τοῦτο λύσις. Ἀναγκαῖον ὑμᾶς, ὦ χριστομάχοι, καὶ νῦν ἐρέσθαι, πότε τοῦ Υἱοῦ μείζων ὁ Πατὴρ ἢ γέγονεν ἢ εὑρέθη, ἢ ὅπερ ἂν βούλοισθε λέγειν. Χρόνον μὲν οὖν ὁριζόντων ὑμῶν οὐκ ἄν τις ἀνάσχοιτο· χρόνων γὰρ ποιητὴς ὁ Υἱὸς, καὶ πρὸ τῶν αἰώνων ἐστὶ, κατὰ τὰς ἀψευδεῖς τῶν ἁγίων φωνάς. Χρόνου δὲ ἀνῃρημένου, πάντως λείπεται λέγειν κατὰ τὴν ὑμῶν πρότασιν ἀεὶ καὶ ἀνάρχως τὸν Πατέρα μείζονα τοῦ Υἱοῦ. Ἀλλ', ὦ βέλτιστοι, μικρὸν ἀνανήψαντες ἐκεῖνο καθ' ἑαυτοὺς ἐνθυμήθητε, ὅτι τὸ διαφέρον τινὸς κατὰ τὸ εἶναι μεῖζον ἢ λέγεσθαι, παρακείμενον ἔχει καὶ συνεισφερόμενον ἑαυτῷ τὸ ἔλαττον, οὗ καὶ ἐστὶ μεῖζον. Ὅταν γὰρ τὸ μεῖζον θελήσωμεν μαθεῖν, ἐπὶ τὴν τοῦ ἐλάττονος δραμόντες κατάληψιν, τὴν ἐκείνου βλέπομεν ὑπεροχήν. Εἰ τοίνυν ἀεὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, ἦν μὲν αὐτὸς ἀεί· ἦν δὲ σὺν αὐτῷ καὶ ὁ Υἱὸς, οὗ καὶ μείζων εἶναι λέγεται, καθ' ὑμᾶς. Τὸ δὲ ἀεὶ ὂν, τῷ ἀεὶ ὄντι πῶς ἀνόμοιον ἔσται; Μεῖζον δὲ πῶς, συντρεχούσης τῷ γεγεννηκότι τῆς ὑπάρξεως τοῦ γεννήματος, καὶ πάντα ἔχοντος φυσικῶς ὅσα πρόσεστι τῷ Πατρί; ΑΛΛΟ. Ἐκ μαθημάτων ἡμῖν τῶν Ἀριστοτέλους ὁρμώμενοι, καὶ τῇ δεινότητι τῆς ἐν κόσμῳ σοφίας ἀποκεχρημένοι, κτύπους ἐγείρουσι ῥημάτων κενῶν, οὐκ εἰδότες ὅτι καὶ πρὸς ταύτην ἀμαθῶς ἔχοντες ἐλεγχθήσονται. Θαυμάσαι γὰρ ὄντως ἀκόλουθον ὅτι δὴ τὸν περὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἐξετάζοντες λόγον, ἐπὶ τὸν περὶ τοῦ ὁμοίου καὶ ἀνομοίου μεταπεπτώκασιν, οὐκ εἰδότες ὅτι, κατὰ τὴν Ἀριστοτέλους τέχνην ἐφ' ᾗ μάλιστα μεγαλοφρονεῖν εἰώθασιν αὐτοὶ, οὐκ εἰς ταυτὸν κατατάττεται γένος τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον, ὡς καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον. Τὸ μὲν γὰρ μεῖζον καὶ τὸ ἔλαττον, τῶν πρός τι ἐχόντων παρ' ἐκείνοις λέγεται. Τὸ δὲ ὅμοιον ἢ καὶ τὸ ἀνόμοιον ἑτέρας ἐστὶ κατηγορίας ἤτοι διαιρέσεως. Πόθεν τοίνυν ὑμῖν ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ὅμοιον ἡ μετάβασις; καὶ ἐξ ἐλάττονος ἤτοι τοῦ μείζονος τὴν πρότασιν ἐξυφαίνοντες, ἑτερογενὲς εἰσφέρετε τὸ συμπέρασμα, λέγοντες· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀνόμοιος ἄρα· ἐχρῆν γὰρ μᾶλλον εἰπεῖν, οὐκ ἴσος ἄρα, ἢ οὐ τοσοῦτος ἄρα, ἵνα μὴ πάλιν ἀμαθεῖς ὄντες ἐξελεγχθήσησθε τῷ τε μείζονι καὶ τῷ ἐλάττονι τὸ ποσὸν ἐπιφέροντες. Οὐ γὰρ τὰ πρός τί πως ἔχοντα, ἀλλὰ τὸ μεῖζον ἢ ἔλαττον ὑποκεῖσθαι τῷ ποσῷ νενομοθέτηκεν ἡ Ἀριστοτέλους τέχνη. Εἴδη δὲ αὐτῷ τίθησιν ἑπτὰ, ἀριθμὸν, καὶ λόγον, καὶ γραμμὴν, καὶ ἐπιφάνειαν, καὶ σῶμα, καὶ χρόνον, καὶ τόπον. Μόνων τοιγαροῦν τῶν εἰρημένων δέχεσθαι τὸ ποσὸν πεφυκότων, πόθεν ὑμεῖς, ὦ οὗτοι, τῷ μείζονι καὶ τῷ ἐλάττονι τὸ ποσὸν ἐπιφέρετε, ἑτέρῳ γένει ταῦτα τοῦ Ἀριστοτέλους ἀνατεθεικότος; Ἐπειδὴ τοίνυν τὸν περὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἐξετάζοντες λόγον, ἀπαιδεύτως ἐπὶ τὴν τοῦ ὁμοίου καὶ ἀνομοίου παράθεσιν ἐξεκλίνατε, λέγοντες· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀνόμοιος ἄρα· χαλεπωτέρω δὲ πάλιν ἀπαιδευσίας