Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.156
Not analysed yet
ΑΛΛΟ. Εἰ διὰ τὸ πάθημα τοῦ θανάτου βλέπομεν ἠλαττωμένον τὸν Ἰησοῦν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, πρὸ τοῦ πάθους ἄρα τὸ ἔλαττον οὐκ ἦν ἐν αὐτῷ. Εἰπόντος δὲ τούτου, τὸ εἶναι τέλειον αὐτὸν εἰσβαίνειν ἀνάγκη. Τέλειος δὲ ὢν ὁ Υἱὸς, καὶ τῇ τοῦ Πατρὸς τελειότητι παρισούμενος, οὐκ ἐπιδέξεται δηλονότι τῶν ἀνομοίων τὸ ἔλαττον. ΑΛΛΟ. Τὴν ἰσότητα τῷ Υἱῷ προσμαρτυρῶν ὁ Παῦλος ἣν ἔχει πρὸς τὸν Πατέρα, φησί που σαφῶς· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Λέγει δὲ αὐτὸν καὶ ἠλαττῶσθαι διὰ τὸ πάθημα τοῦ θανάτου. Οὐκ ἐνδεχομένου τοιγαροῦν ἐφ' ἑνὸς καὶ τοῦ αὐτοῦ σημαίνεσθαι ὁμοῦ τό τε μεῖζον καὶ τὸ ἔλαττον φυσικῶς, ζητητέον ὅπως ἐπὶ τοῦ Θεοῦ Λόγου διασώσομεν ἀμφότερα, καὶ περὶ τὸν ἕνα καὶ μόνον τὰ δύο κεῖσθαι δώσομεν. Οὐκοῦν καθὸ φύσει Θεὸς, ἴσος ἔσται τῷ γεγενηκότι Θεῷ· καθὸ δὲ γέγονεν ἄνθρωπος, ἠλαττῶσθαι λέγεται. Εἰ δέ τις ἀφέλοι τῆς φυσικῆς ὑπάρξεως αὐτοῦ τὴν ἰσότητα, καὶ μὴ ἐν τούτῳ ταύτην σώζεσθαι λέγοι, ποῖ δὴ λοιπὸν κείσεται; Ἢ ποῖον ἕξει τὸν τόπον τοῦ Υἱοῦ τὸ ἐξαίρετον, μόνης τῆς ἐλαττώσεως φαινομένης περὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον; Ἔτι εἰς τὸ αὐτό· Ὅτι ἴσος ὁ Υἱὸς κατὰ πάντα τῷ Θεῷ καὶ Πατρὶ, προκειμένου καὶ ἐξεταζομένου ῥητοῦ· «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ,» μετὰ τῶν ἐφεξῆς. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Καὶ πῶς ἂν εἴη, φησὶν, ἢ ἴσος ἢ ὅμοιος ὁ Χριστὸς, τουτέστιν, ὁ Υἱὸς τῷ παντελείῳ Πατρὶ, ὅς γε σαφῶς πού φησιν ὡς. «Οὐκ ἐγήγερται μὲν ἐν γεννητοῖς γυναικῶν Ἰωάννου μείζων οὐδείς· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν.» Αὐτὸς γὰρ ὢν ὁ μικρότερος κατὰ τὸν ἐν τῷ γεγεννῆσθαι χρόνον διὰ τῆς ἁγίας Παρθένου, τότε μόλις καὶ τὸ τῶν εἰς ἄκρον ἡκόντων ἀρετῆς ὑπεραναβήσεσθαι μέτρον ἑαυτὸν ὁμολογεῖ, ὅταν ἡ τῶν οὐρανῶν βασιλεία παραγένηται, μισθὸν ὥσπερ τινὰ τοῦτον τῆς εἰς ἡμᾶς διακονίας ἀντικομιζόμενον. Ὁ δὲ οὕτως ἔχων φύσεως, πῶς ἂν ἦν ὅμοιος, ἢ καὶ ἐν ἰσότητι φαίνοιτο τοῦ Θεοῦ καὶ Πατρός; Πρὸς ταῦτα λύσις ἐφεξῆς. Ἀνοήτως σφόδρα καὶ ἀμαθῶς οἱ τῆσδε διεσκεμμένοι τὴν τῶν εἰρημένων παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διειλήφασι δύναμιν. Οὐ γὰρ ἵνα τῆς οἰκείας κατηγορήσῃ φύσεως, τὰ τοιαῦτά φησιν, οὐδὲ ὡς μέγα τι καὶ ἀξιοζήλωτον καύχημα περιτίθησιν ἑαυτῷ τῶν Ἰωάννου μέτρων τὴν ὑπεροχὴν, ὁ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπικομπάζων ἀξιώμασι, καὶ πάντα ἔχων ἐν ἑαυτῷ τὰ ἐκείνου φυσικῶς, διά γε τοῦτο βοῶν· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν.» Ἔχει δὲ ὁ Πατὴρ τὸ παντέλειον· ἀπροσδεὴς ἄρα καὶ τέλειος ἐξ