Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.157
Not analysed yet
αὐτοῦ γεγεννημένος ὁ Υἱός. Ὁ δὲ οὕτως ἔχων φύσεως κατὰ τὸν παρ' ἐκείνων λόγον, πῶς οὐκ ἂν εἴη λοιπὸν ὅμοιός τε καὶ ἴσος κατὰ πάντα τῷ φύσαντι; ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς, ἐνάγον εἰς ὁμολογίαν, ὅτι κίβδηλον τῶν δι' ἐναντίας τὸ θεώρημα· καὶ ὅτι τὸ οὕτω νοεῖν, ἀμαθές. Φησί που Χριστός· «Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.» Ἀλλ' εἴπερ ἐνεχθὲν ἐπὶ τοῦ Χριστοῦ τὸ μικρότερον τὴν ἐν χρόνῳ ποσότητα σημαίνει, καὶ ἐπ' αὐτοῦ κρατήσει τοῦ ἁγίου Βαπτιστοῦ τὸ ἴσον ἀναλόγως τοῖς θεωρήμασι. Σημαίνει δὲ ὁμοίως τὸν χρόνον τὸ, «Οὐκ ἐγήγερται μείζων.» Ἀλλ' οὐκ ἀληθὴς ἡμῖν ὁ ἐπὶ τούτῳ λεχθήσεται λόγος, ἀντελεγχούσης τρόπον τινὰ τῆς θείας Γραφῆς καὶ βιῶναι λεγούσης τὸν μὲν τοῦ γένους ἡμῶν ἀρχηγέτην Ἀδὰμ ἐφ' ὅλοις ἔτεσιν ἐννεακοσίοις τὸν ἀριθμὸν καὶ πεντήκοντα· ἑτέρους δὲ πάλιν ἐκείνῳ τιθείσης εἰς ποσότητα τὴν ἐν χρόνῳ γείτονας, γεννητοὺς ὄντας ἐκ γυναικῶν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καίτοι τοῦ προκηρύττοντος Βαπτιστοῦ κομιδῇ νέον τὸν καθ' ἡμᾶς ἀναλύσαντος βίου. Οὐκοῦν οὐ τὸν χρόνον ἐπ' αὐτοῦ τὸ μείζων δηλοῖ, μᾶλλον δὲ τὸν ἐν ἀρετῇ κεκτῆσθαι τὸ ὑψηλὸν, καὶ ἐπ' αὐτοὺς ἀναβῆναι λοιπὸν τῆς ἐνούσης ἀνθρώποις δικαιοσύνης τοὺς ὅρους· τούτοις ἀκολούθως καὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ μικρότερος τῷ μείζονι ἀντιπαρακείμενον οὐ χρόνου δέξεταί τι σημαντικόν. Εἴη γὰρ ἂν οὔτως καὶ γέλωτος ἄξιον τὸ ἐν χρόνῳ ποσὸν, τῶν κατὰ ἀρετὴν ὑψωμάτων ἔσεσθαι μεῖζον ἐννοεῖν. Ποῖα γὰρ ὅλως τὰ τοιαῦτα πρὸς ἄλληλα τὴν σύγκρισιν ἐπιδέξεται; δηλώσει δὲ μᾶλλον ὡς ἐξ ἀναγκαίου λόγου τὸ ἐν ἁγιασμῷ μειονέκτημα· ἵνα λοιπὸν καὶ τῆς Ἰωάννου πολιτείας φαίνηται δεύτερος ὁ Υἱός. Ἐχούσης δὲ οἴκοθεν τῆς δυσφημίας τὸν ἔλεγχον, τὸ οὕτω νοεῖν παραιτούμεθα. Ὡς ἐκ τῶν δι' ἐναντίας. Τὴν ἁπλῆν, φασὶ, καὶ ἀπεριεργοτέραν τοῖς παρὰ τοῦ Σωτῆρος εἰρημένοις θεωρίαν ἐπάγοντες, χαριέντως αὐτὸν εἰρηκέναι πιστεύομεν ὅτιπερ ὁ μικρότερος ὡς ἐν ποσότητι χρόνου τοῦ κατὰ τὴν γέννησιν τὴν μετὰ σαρκὸς, ἔσται μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τοῦ τελείου πρὸς τὴν ἐν ἀνθρώποις ἀρετήν. Οὐκοῦν τὸ μὲν μικρότερος τὸ Κυριακὸν εἰσοίσει πρόσωπον ἡμῖν· τὸ δὲ ἐν τελειότητι τῇ κατ' εὐσέβειαν ἀνθρωποπρεπεῖ κεῖσθαι τὸν ἅγιον Βαπτιστὴν, τὸ, Ἐν γεννητοῖς γυναικῶν μὴ ἠγηγέρθαι μείζονα, μαρτυρεῖ· ἀλλὰ καὶ τὸν οὕτω μέγαν ὑπεραλεῖται Χριστός. Ποῖον ἐν τούτοις τὸ ἄτοπον; Πρὸς ταῦτα λύσις. Εἰ μηδὲν ἐν τούτοις τὸ ἄτοπον, οὐχ ἁπλῶς εἰπεῖν, ἀλλὰ ζητεῖν ἀναγκαῖον· χρῆναι γὰρ οἶμαι γοργῶς τοῖς θείοις ἐπαγωνίζεσθαι λόγοις, οὐ πάντως τὴν ἐξ ἁπλουστέρων θεωρημάτων ἐρανίζειν διάγνωσιν, ὅτε δὴ μάλιστα πολλὴν ἡμῖν ἐμποιοῦσα τὴν ζημίαν ὁρᾶται. Ἵνα γὰρ καὶ νοήσωμεν οὕτως τὸ εἰρημένον, ὡς ὑμεῖς φατε καὶ βουλεύεσθε, σημαινέσθω χαριέντως διὰ τοῦ Μικρότερος ὁ Σωτήρ. Ὑπερκείσεται τοίνυν