Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.169
Not analysed yet
συμπλήρωσιν ἔχει. Χρῆναι δὲ οἶμαι τῶν νοημάτων ἕκαστον ἐπιδρομάδην διεξιόντας εἰπεῖν, τίς μὲν αἰτία δεσμώτην ἐποίει τὸν ἅγιον Βαπτιστὴν, ὅτου δὲ χάριν ἀνεπυνθάνετο τοῦ Χριστοῦ διὰ τῶν οἰκείων μαθητῶν, εἴπερ εἴη σαφῶς αὐτὸς ὁ ἐρχόμενος· καὶ τίς ἢ πόθεν ἡ πρὸς τοὺς ὄχλους ἀπόκρισις γέγονε τοῦ Χριστοῦ. Ἢ τί τὸ πεπεικὸς ὡς Ἐγήγερται μὲν οὐδεὶς ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου λέγειν, εἶναί γε μὴν τοῦ τοσούτου μείζονα τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερον; Οὐκοῦν ἐπ' αὐτὴν ἰτέον τὴν τῶν προτεθέντων ἐξήγησιν. Παράδοξόν τινα καὶ ξένην ἐπιτηδεύσας πολιτείαν ὁ μακάριος Βαπτιστὴς, καὶ βίου τρίβον ἐλάσας ἀσυνήθη τοῖς ἄλλοις καὶ οὐ τοῖς τυχοῦσι βατὴν, ἐθαυμάζετο μὲν, καὶ λίαν εἰκότως, παρὰ τῶν Ἰουδαίων· τὸν δὲ ὅσον οὐδέπω, μᾶλλον δὲ ἤδη παρόντα, κηρύττων Χριστὸν, μονονουχὶ καὶ χεῖρα προτείνει λέγων· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐπειδὴ δὲ ὁ παρ' αὐτοῦ μαρτυρούμενος Κύριος, λιπεῖν ἐδόκει τὴν ἐκ νόμου διὰ Μωσέως λατρείαν, τὴν εὐαγγελικὴν ἀντ' ἐκείνης πολιτείαν εἰσφέρων, μᾶλλον δὲ τὰ ἐν τύπῳ καὶ σκιᾷ μεταρυθμίζων εἰς ἀλήθειαν, οὐκ ἔξω μομφῆς ὁ μακάριος ἔκειτο Βαπτιστὴς, ἅτε δὴ συνηγορεῖν ἀναπεπεισμένος τῷ τὴν νομικὴν ἀνατρέποντι παίδευσιν, κατά γε τοὺς τῶν ἀνοήτων λόγους. Εἰ γὰρ ἦν οὗτος παρὰ Θεοῦ, ἔφασκον, ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Τί οὖν ἄρα μηχανᾶται πρὸς τοῦτο; Τὰς τῶν Ἰουδαίων οὐ πάντως ἀποκρουόμενος, ἀλλ', ἵν' οὕτως εἴπω, διαχλευάζων ἐννοίας, συναγορεύειν προσποιεῖται τῷ νόμῳ, καὶ Μωσαϊκῶν ὑπεραγωνίζεσθαι προσταγμάτων. Πολλῶν γὰρ τῷ τηνικάδε κατὰ ποικίλους παρανομούντων τρόπους, πρόσεισι μόνον τὸν Ἡρώδην διελέγχων, καὶ ῥιψοκινδύνως περὶ τῆς Ἡρωδιάδος βοῶν· «Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν·» οὐδένα γὰρ ὅλως τοῦ παθεῖν ἐποιεῖτο λόγον, ἄχρις ἂν αὐτῷ κατὰ τὸν προτεθέντα σκοπὸν διεξίοι τὰ πράγματα. Δεσμώτης τοίνυν ὁ δίκαιος ἐκ τυραννικῶν ἐγίνετο προσταγμάτων, καὶ τὸ πάθος ἐδυσώπει τὸν φιλεγκλήμονα τῶν Ἰουδαίων λαόν. Ὡς γὰρ ὑπὲρ νόμου πάσχοντα λοιπὸν, ἀγαπᾷν ἠναγκάζετο, ἑτοιμότερός τε ἤδη τοῖς παρ' αὐτοῦ κηρυττομένοις πρὸς τὸ πιστεύειν ἐγίνετο. Οὐκοῦν τὰς τῶν Ἰουδαίων εὐνοίας, καὶ τὴν τῶν σκληροτέρων ἀπείθειαν ἀγοράζειν ὥσπερ ὁ Βαπτιστὴς διὰ τοῦ πάσχειν ἠπείγετο. Ἐπειδὴ δὲ Πνεύματος ἁγίου μέτοχος ὢν, καὶ προφητικῆς ἀναπεπλησμένος χάριτος ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, τὸ τυραννικὸν ἐθεώρει ξίφος ἀπογυμνούμενον ἤδη, καὶ τὸν τοῦ σώματος ἀπαστράπτον θάνατον, ἐζήτει τοὺς οἰκείους μαθητὰς βεβαιῶσαι πρὸς τὴν πίστιν τὴν ἐπὶ τῷ Σωτῆρι Χριστῷ· εἰδέναι τε καὶ μάλα σαφῶς ἐπεθύμει κατ' οὐδὲν ἐνδοιάζοντας, ὅτιπερ αὐτός ἐστιν ὁ ἐπὶ σωτηρίᾳ πάντων ἥξειν προσδοκώμενος. Προσποιεῖται τοίνυν οἰκονομικῶς ἀγνοεῖν, ἵνα πιστεύσαντι σύνδρομοι πάλιν οἱ μαθηταὶ πρὸς τὸ πιστεύειν εὑρίσκοιντο. Ἦν γὰρ δὴ καὶ φρονήματος οὐ μικρὰν ἐν ἑαυτῷ τὴν ἀλαζονείαν ὠδίνοντος, μὴ ταῖς τοῦ διδασκάλου μᾶλλον, ἀλλὰ ταῖς οἰκείαις παιδαγωγεῖσθαι βουλαῖς Οὐκοῦν οἰκονομικῶς, καὶ ἵν' οὕτως εἴπω-