Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.168
Not analysed yet
Καὶ αὐτὸς δέ που παρὰ τῶν Ἰουδαίων τὸ τίς ἂν εἴη διερωτώμενος· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, φησίν· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου.» Λέγετε τοίνυν ἡμῖν οἱ προβεβλῆσθαί ποτε τὸν Χριστὸν ἐπὶ τὸ μεῖζον ἀμαθῶς ὑποπτεύοντες, καὶ τὸ Ἰωάννου μέτρον ὑπεραλεῖσθαι μόλις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, πότε τοῦ Ὑψίστου προφήτης οὐκ ἂν ἐλάττων νοοῖτο δικαίως; Πότε δὲ ὁ κήρυξ καὶ πρόδρομος καὶ τὴν οἰκέτῃ πρέπουσαν διακονίαν ἀποπληρῶν, εἰς τὸ ἴσον ἀναβαίνει μέτρον τῷ κατὰ φύσιν Κυρίῳ; Ἀλλ', οἶμαι, πᾶσίν ἐστιν ὁ λόγος εὐσύνοπτος. Πῶς οὖν ὁ μείζων ἀεὶ, τοῦτο ἔσται κατὰ καιροὺς, εἴπερ ὡς ἐσόμενος μείζων Ἰωάννου Χριστὸς, «Ὁ μικρότερος, φησὶν, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν;» Ἐξήγησις εὐσεβὴς ὅλου τοῦ κεφαλαίου, τὸν ἐν τῷ θεωρήματι σκοπὸν ἀπογυμνοῦσα γοργῶς. Ἐξαρκούντως ἤδη κατά γε τὸν ἡμέτερον νοῦν τὸν ἐν τοῖς προλαβοῦσι βασανίσαντες λόγον, καὶ τῶν θεωρημάτων ἕκαστον μετὰ τῆς δεούσης ἀκριβείας διευκρινησάμενοι τόν τε τῶν δι' ἐναντίας ὡς οὐκ ἔχοι καλῶς διελέγξαντες σκοπὸν, ἐπ' αὐτὰ δὴ λοιπὸν ἰέναι προσήκειν ἐνενοήσαμεν τὰ ἐξ ἀληθείας θεωρήματα καὶ τὴν ἐν τῷ παροισθέντι ῥητῷ διαπτύσσειν διάνοιαν. Οὐ γὰρ οἶμαι δεῖν, ὡς οὐκ ἄριστα νοοῦσι, μόνον ἐπιτιμᾷν τοῖς ὅτι μείζων ἔσται Χριστὸς Ἰωάννου κατά τινα χρόνον διειληφόσιν, ἀλλὰ καὶ αὐτῇ τῇ παραθέσει τῶν ἀληθεστέρων ἐννοιῶν ἀποκρούεσθαι τῷ μὴ δοκεῖν οὐ δεόντως ἐπισκήπτειν αὐτοῖς. Φέρε δὴ οὖν ἐπ' αὐτὸ λοιπὸν ἴωμεν τὸ ἀνάγνωσμα, καὶ τῶν εἰρημένων παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν αἰτίαν ἀνακεφαλαιούμενοι, τοὺς ἀκροωμένους διδάσκωμεν, τίς ἂν εἴη λοιπὸν ὁ τοῦ λόγου σκοπός. Οὐκοῦν, ἐντεῦθεν γὰρ ἤδη τὴν ἀρχὴν ποιησόμεθα, ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ ἀκούσας τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» Πρὸς ταῦτα Χριστὸς ἀπεκρίνατο· «Πορευθέντες εἴπατε Ἰωάννῃ ἃ ἠκούσατε καὶ βλέπετε,» καὶ τὴν τῶν σημείων καταλέγει μεγαλουργίαν. Ἐπειδὴ δὲ πρὸς τὸν μακάριον Βαπτιστὴν πάλιν ἀνεκομίζοντο οἱ μαθηταὶ, λέγει πρὸς τὴν περιεστῶσαν πληθὺν τῶν Ἰουδαίων ὁ Σωτήρ· «Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλ' ἐν μαλακοῖς ἱματίοις ἄνθρωπον ἠμφιεσμένον; ἀλλὰ προφήτην; Ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου. Οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Εἶτα πρὸς τούτοις φησὶ ζητούμενον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστι.» Καὶ οὐ μέχρι τούτων ὁ λόγος. Ἐπιφέρει γὰρ εὐθύς· «Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Ὅλον ἐν τούτοις, ὡς ἔπος εἰπεῖν, τὸ κεφάλαιον τὴν