Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.17
Not analysed yet
Ἄλλο δεικνύον, ὅτι τὸ ἐν τῷ Θεῷ γίνεσθαί τι, οὐ φύσεως σημαίνει μεταβολὴν, ἀλλ' ὅτι δι' αὐτοῦ, ἢ παρ' αὐτοῦ. Ἄλλο, δι' οὗ μανθάνομεν ὅπως προσήκει νοεῖν τὸ ῥητὸν, τουτέστιν, «Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.» Ἄλλο δεικνύον ἀκριβῶς, ὅτιπερ οὐ τὴν ἑαυτῶν ἀφέντες φύσιν πρὸς τὴν θείαν μεταποιούμεθα, ὅταν ἓν γίνεσθαι πρὸς Θεὸν λεγώμεθα, ἀλλ' ὅτι μέτοχοι γεγονότες αὐτοῦ τοῦτο καλούμεθα. ΛΟΓ. ΙΓʹ. Περὶ ὁμοιότητος τῆς Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστάς· ἀλλ' ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν ὡς Υἱός. Ἄλλο ὅτι οὐκ ἐξ ἀλλοιώσεως τῆς ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ ἄμεινον ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλὰ φυσικῶς. Ἄλλο, σημαῖνον ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐκ ἔξωθεν, καθάπερ οἱ Χριστομάχοι φασίν· ἐπειδὴ δὲ οὐκ ἔξωθεν, ὅμοιος ἄρα. Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ἐκ μετοχῆς τῆς πρὸς τὸ Θεῖον κατ' εἰκόνα τὴν πρὸς αὐτὸ μορφούμεθα. Οὐ γὰρ ἐξήρκεσε τῇ τοῦ ἀνθρώπου κατασκευῇ πρὸς τὸ φαίνεσθαι καὶ εἶναι εἰκόνα τοῦ πεποιηκότος, τὸ ἐν μόναις ἐννοίαις τὸν περὶ αὐτοῦ κεῖσθαι λόγον τοιοῦτον. ΛΟΓ. ΙΔʹ. Ἔτι, περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ, «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» τὸ δὲ συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. ΛΟΓ. ΙΕʹ. Εἰς τὸ ἐν ταῖς Παροιμίαις, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ·» ὅτι τὸ, «ἔκτισεν,» οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖται, οὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός. Ἀπόδειξις ἐξ ἐπιτηρήσεων Γραφικῶν, ὅτι ὡς Θεὸς οὐδὲν προσκυνεῖται τῶν κτισμάτων· οὔτε μὴν προσκυνούμενα ἀνέχεται προσκυνεῖσθαι ἢ δοξολογεῖσθαι. Ἀντίθεσις ἀπὸ τῶν Ἀρείου δογμάτων, αἰτίαν ἔχουσα τοῦ πεποιῆσθαι τὸν Υἱὸν, ὡς αὐτοὶ νομίζουσιν, ἀληθῆ, καὶ λύσις ἐφεξῆς μετὰ πιθανότητος συλλογισμῶν. Ἔτι εἰς τὸ, «Κύριος ἔκτισέ με.» Ὅτι οὐ κτίσμα ὁ Υἱός. Ἄλλο τῶν ὀρθοδόξων λεγόντων, «Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς ἔχει κατὰ φύσιν τὸ εἶναι δημιουργός; Οὐ γὰρ ἴδιον τῶν κτισμάτων τοῦτό γε.» Ἀνθυπήνεγκαν οἱ αἱρετικοὶ τὰ ὑποτεταγμένα, ὧν αἱ λύσεις εἰσὶν ἐφεξῆς. Ἐπιτήρησις ὁμοίως, ἐξ ἧς μανθάνομεν ὅτι καὶ ἀγγέλοις καὶ ἁγίοις προφήταις ἔθος ἐστὶν ἐπι-