Ancient Greek · ~8 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.16
Not analysed yet
Ἐρώτησις Ἀρειανῶν ἀτοπίας μεστή· πρὸς ἢν ἀντεπερώτησις ἀτοπωτέρα, ὅτι χρὴ μὴ ἀπαιδεύτως ἐρωτᾷν ἐκδιδάσκουσα. Πρὸς τοὺς ἐρωτῶντας, «Εἰ εἶχες Υἱὸν πρὶν τέκῃς;» καὶ λέγοντας, «Οὕτω καὶ ὁ Θεὸς οὐκ εἶχεν Υἱὸν πρὶν γεννήσει.» ΛΟΓ. Εʹ. Ὅτι οὐ προϋπάρχει τοῦ Υἱοῦ ὁ Πατὴρ, κἂν ἀγέννητος ᾖ· ἀλλ' ἦν αὐτῷ συναΐδιος ὁ Υἱὸς γεννητός. ΛΟΓ. ϛʹ. Ὅτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννησεν ἐξ αὐτοῦ τὸν Υἱόν. ΛΟΓ. Ζʹ. Πρὸς τοὺς προτείνοντας τὸ, «Ἀβουλήτως ἢ κατὰ βούλησιν ἐγέννησε τὸν Υἱὸν ὁ Πατήρ;» ΛΟΓ. Ηʹ. Πρὸς τοὺς λέγοντας ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ βουλήσει αὐτοῦ, ὅμοιός ἐστιν ὁ Υἱός. ΛΟΓ. Θʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων καὶ τῶν ῥητῶν, «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·» καὶ τοῦ, «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν·» καὶ ὁμοίως, «Ὁ Πατὴρ μείζων μού ἐστιν.» ΛΟΓ. Ιʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός· ἐν ᾧ ἀπολογία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα, «Τί με λέγεις ἀγαθόν;» καὶ ἐξήγησις τοῦ ῥητοῦ. ΛΟΓ. ΙΑʹ. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ, «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἄλλο, διδάσκον ὅτι προκειμένου τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, ἀπαιδεύτως τὸ ἀνόμοιον εἰσφέρεται, ἑτερογενὲς ὂν κατὰ τὴν Ἀριστοτέλους τέχνην. Ἄλλο ἀπόδειξιν ἔχον, ὅτι διὰ τοῦ λέγεσθαι μείζονα τὸν Πατέρα, συνεισφέρεται μὲν πάντως ὁ Υἱός. Ἔστι δὲ οὐκ ἐλάττων αὐτοῦ. Ἄλλο, ὅτι ἶσος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ, «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ,» καὶ τὰ ἑξῆς. ΛΟΓ. ΙΒʹ. Εἰς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ἐν ᾦ ἀπόδειξις ἐφεξῆς, ὅτι ὁ Θεὸς ἦν ὁ ῥυόμενος ἐκ πάντων κακῶν τὸν πατριάρχην Ἰακώβ. Ἄλλο ἀποδεικτικὸν, ὅτι ὁ Λόγος τοῦ Θεοῦ, τὸ εἶδος αὐτοῦ ἐστιν. Ἄλλο, σημαῖνον ὅτι εἶδος Θεοῦ καλεῖται ὁ Λόγος. Ἄλλο μετὰ γοργῆς ἀποδείξεως διδάσκον, ὅτι τὰ ἐξομοιούμενά τισιν, οὐ πάντως καὶ κατὰ φύσιν οἷς ἔνεστιν ἐξομοιοῦται· ἀλλ' ὥσπερ τινὲς εἰκόνες τὰ φύσει προσόντα τισὶ γίνονται τῶν κατὰ προαίρεσιν ἡμῶν κινημάτων.