Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.173
Not analysed yet
ἐν κόσμῳ τρυφαῖς ἡδομένης. Εἰ μὲν οὖν ὡς οὐκ ὄντα ἐν μαλακοῖς θαυμάζετε, δότε τῇ ἀσκήσει τὴν αὐτῇ πρέπουσαν ἀσφάλειαν. Εἰ δὲ ἐν τῷ βιοῦν ἄριστα τὸ πλέον οὐδὲν, ἐν δὲ ἴσῃ τάξει τὸν πονοῦντα τῷ τρυφῶντι θήσετε, τί τὸ σεμνύνειν ἀφέντες τοὺς οἵπερ εἰσὶν ἐν μαλακοῖς ἀμφίοις καὶ ἐν αὐλαῖς βασιλέων, τὰς ἐν ἐρήμῳ διατριβὰς, καὶ περιβόλαιον εὐτελὲς, μᾶλλον δὲ τὰς ἐκ καμήλων τρίχας θαυμάζετε; Ἀλλ' οἶμαι δυσωπήσειν ὑμᾶς τὸ ἐν τούτοις ἄτοπον, ἀξιοζήλωτον δὲ ὄντως ἐρεῖτε τὸν μακάριον Βαπτιστήν. Ἆρ' οὖν οἴεσθε προφήτην ὑπάρχειν αὐτόν; Ναὶ προφήτην, μᾶλλον δὲ καὶ προφήτου πλεονεκτοῦντα τὸ μέτρον. Οἱ μὲν γὰρ ὡς ἥξει προεκήρυττον, οὔπω παρόντα θεώμενοι· ὁ δὲ τὸ συναμφότερον. Πανταχόθεν τοιγαροῦν ὁ Σωτὴρ ἀξιάγαστον οὖσαν ἐπιδεικνύει τὴν ἐπὶ τῷ προδρόμῳ διάληψιν, ἵνα φαίνηται κηρύξας ἀληθῆ· καὶ μαρτυρεῖ μὲν αὐτὸς εἰς ὑψηλὸν ἀναφέρων ἀξίωμα, καὶ προφητικῶν ἐξάλλεσθαι τόπων τὸν ἄνδρα διαβεβαιούμενος. Παρατίθησι δὲ εὐθὺς ὡς τοῖς ἑαυτοῦ λόγοις ἐποιεῖτο γείτονα τοῦ Πατρὸς τὴν φωνὴν, ἵνα τρόπον τινὰ καὶ ἐκ νομικοῦ δικαιώματος ἡ ἐπ' αὐτῷ μαρτυρία σφραγίζηται. «Οὗτος γάρ ἐστι, φησὶ, περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Εἶτα τί φησιν ἐπὶ τούτοις περὶ αὐτοῦ; Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ, ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν.» Ὅρα δὴ πάλιν ἐν τούτοις ὅσην ἐποιήσατο τὴν οἰκονομίαν ὁ Σωτήρ. Πολὺς αὐτῷ καὶ μακρὸς περὶ τοῦ ἁγίου Βαπτιστοῦ κεκίνηται λόγος. Τὴν μὲν γὰρ, ὅθεν ἦν εἰκὸς ἀδικηθήσεσθαί πως αὐτὸν, ἀπεκρούσατο δόξαν. Προφήτου δέ τι πλέον ἔχειν εἰπὼν, ἀξιοθαύμαστον ἤδη καὶ ἀξιεραστότατον τοῖς ἀκροωμένοις ἐδείκνυεν. Εἶτα πρὸς τούτοις οὐκ ἐγηγέρθαι φησὶν ἐν γεννητοῖς γυναικῶν μείζονα. Εἰκόνα τοιγαροῦν ὥσπερ αὐτὸν ἀναθεὶς τῆς ἐνούσης ἀρετῆς ἐν γεννητοῖς γυναικῶν ἔχουσαν τὸ ἀκρότατον, ἀντιπαρατίθησιν τὸ μειζόνως ἀγαθὸν, τουτέστι, τὸν ἄρτι τῆς βασιλείας ἁψάμενον, καὶ εἰς υἱὸν ἀναγεννηθέντα Θεοῦ διὰ τοῦ Πνεύματος· ἵν' ἐξ ὦν ἐκεῖνος τὸ ἔλαττον ἔχων θαυμάζεται, ἀξιολογώτατοι φαίνοιντο τῆς βασιλείας οἱ μέτοχοι, βαδίζοιεν δὲ προθύμως τινὲς ἐπὶ τὸ ἁρπάζειν αὐτὴν, ἐκ τῆς Ἰωάννου τιμῆς τὸ ὑπερφέρον αὐτῆς ἀναμετρούμενοι κάλλος. Οὐ γὰρ τὸ μικρῷ τινι φιλονεικοῦν εἰς ποσότητα, τὴν τοῦ μεγάλου δόξαν ἀποίσεται, ἀλλ' εἴ τι πρὸς μέγα τὴν σύγκρισιν ἔχοι, τῷ πλείονι μέτρῳ νικᾷ καὶ ὑπερτείνεται. Βασιλείαν δὲ οὐρανῶν τὴν τοῦ Πνεύματος δόσιν εἶναί φαμεν, κατὰ τὸ εἰρημένον παρὰ Χριστοῦ· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι.» Μείζων οὖν ἄρα παντὸς γεννητοῦ γυναικὸς ὁ τῇ τοῦ Πνεύματος ἀναγεννήσει τετιμημένος. Οἱ μὲν γὰρ ἔτι τέκνα καλοῦνται σαρκὸς, οἱ δὲ Πατέρα τὸν τῶν ὅλων ἐπιγραφόμενοι Θεὸν, ὡς υἱοὶ προσεύχονται, λέγοντες· «Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν εἰ καὶ ἐνυπάρχῃ, φησὶ, γεννητῷ γυναικὸς τὸ ἐν ἔρ-