Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.176.1
Not analysed yet
γοις ἐξαίρετον, ἀλλ' ἕξει τὸ μεῖζον ὁ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν κεκλημένος διὰ τὸ μηκέτι χρηματίζειν υἱὸν γυναικὸς, ἀλλὰ θείας μὲν φύσεως γενέσθαι κοινωνὸν, τέκνον δὲ ἤδη καλεῖσθαι Θεοῦ, καὶ εἰ μικρότερος εἴη τῶν ἐν ἕξει τελειοτέρων, βρέφος τε ἔτι νοοῖτο βραχὺ καὶ ἀρτιγενές. Ὅτι δὲ τῶν Ἰωάννου μέτρων, ἢ καὶ παντὸς γεννητοῦ γυναικῶν ἡ διὰ τοῦ Πνεύματος ἀναγέννησις οὐκ ὀλίγῳ διοίσει τόπῳ, οὐ θύραθεν ἡμῖν ὁ μάρτυς, ἀλλ' αὐτὸς ἀσεβήσεται λέγων πρὸς τὸν Ἰησοῦν· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» Ἰδοὺ γὰρ, ἰδοὺ καίτοι τὸ τέλειον ἔχων ἐν ἀρετῇ, τῆς διὰ τοῦ Πνεύματος ἀναγεννήσεως τὴν χάριν αἰτεῖ, ὡς εἰς τὸ μεῖζον ἢ καθ' ἑαυτὸν δι' αὐτῆς ἀναβησόμενος, καὶ τὸ μὲν εἶναι γεννητὸς γυναικὸς οὐχ ἕξων ἔτι, πρὸς δὲ τὴν θείαν εὐγένειαν ἀναμορφούμενος. Βεβαιοῖ δὲ μάλιστα τὴν ἐπὶ τούτῳ πίστιν ὁ Σωτήρ· Ἔχεις, ὦ οὗτος, τὸ τέλειον ἐν ἀγαθοῖς, οὐκ εἰπὼν, καὶ δίχα τοῦ διὰ βαπτίσματος ἁγιασμοῦ, ἀλλ' ὡς ἐν χρείᾳ μὲν αὐτοῦ καὶ λίαν ὑπάρχοι συννεύων καὶ συντιθέμενος, οἰκονομικῶς δὲ τὴν χάριν ἑτέρῳ φυλάττων καιρῷ. Τοῦτο γὰρ δὴ καὶ νομίζω τὸ, «Ἄφες ἄρτι,» δηλοῦν. Ὅτι δὲ πάλιν οὐρανῶν βασιλείαν ἀποκαλεῖ τὴν τοῦ θείου Πνεύματος δόσιν, καὶ τὴν δι' αὐτοῦ τοῖς πιστεύουσιν εἰς Θεὸν ἀναγέννησιν, οὐ μακρῶν ἡμῖν δεήσει πόνων, εἰς ἐναργεστάτην ἀπόδειξιν, ἀλλ' ἐξ αὐτῶν εἰσόμεθα τῶν τοῦ Σωτῆρος ῥημάτων· «Ἀπὸ γὰρ τῶν ἡμερῶν Ἰωάννου ἕως ἄρτι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Ἰωάννου γὰρ δὴ τὸ, «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, βοῶντος, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,» πολλοὶ τῶν ἀκροωμένων, τὸν ἐν ἁμαρτίαις ἔτι καὶ ἀσχήμονα παραιτούμενοι βίον, ἐφέσει τε τῇ πρὸς τὸ ἄμεινον σὺν βίᾳ καὶ τόνῳ τὸν οἰκεῖον εἰς ἀρετὴν ἀναρυθμίζοντες τρόπον, γεννητοὶ Θεοῦ διὰ Πνεύματος ἀνεδείκνυντο, πεφωτισμένοι τὸν νοῦν καὶ κεκαθαρμένοι διὰ τοῦ ἁγίου βαπτίσματος. Ἢ εἴπερ οὐκ ὀρθῶς τε καὶ ἀναγκαίως εἰρῆσθαι τὰ τοιαῦτα δοκεῖ τοῖς τὴν ἑτέραν πρεσβεύουσι δόξαν, διδασκέτωσαν ὅτου δὴ χάριν ἐκ τῶν Ἰωάννου φησὶν ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάζεσθαι, ὡς οὐδενὸς ἄρα πρὸ αὐτοῦ τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάσαντος. Ποῖ ποτε οὖν ἄρα τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; Τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται; τότε δὴ πρῶτον τοῦ ἁρπάζεσθαι λαβούσης ἀρχὴν, ὅτε χρόνοις ὑστερήσας μακροῖς, ἀνεδείχθη μόλις ὁ Βαπτιστὴς, «Μετανοεῖτε, λέγων· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἀλλ' ἔστιν εὐσύνοπτον, ὡς ηὐτρέπιστο μὲν τοῖς ἁγίοις τὸ ἐν βασιλείᾳ γίνεσθαι, καὶ πάλαι, ἄτε δὴ καὶ συμμόρφοις ὑπάρχουσι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, καὶ διὰ τοῦτο προεγνωσμένοις παρὰ τῷ Θεῷ καὶ Πατρί. Κατὰ δὲ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπάζεται. Πανταχόθεν τοίνυν ἀποδεδειγμένου σαφῶς τοῦ θεωρήματος, περιττὸν ἤδη φαίνεται τὸ μείζονά ποτε τοῦ Σωτῆρος ἔσεσθαι τὸν Ἰωάννην ὑπολαμβάνειν. Εἰ δὲ τοῦτο ἀληθὲς, λελύσθω πάλιν τῶν δι' ἐναντίας πρόβλημα.