Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.196
Not analysed yet
φυλάσσων σε ἐν τῇ ὁδῷ οὗ ἐὰν πορευθῇς.» Οὐκοῦν Θεὸς ἦν ὁ ῥυόμενος, καὶ οὐκ ἄγγελος. Καὶ πάλιν, ὅτε Λάβαν κατεδίωξε τὸν Ἰακὼβ καὶ κατέλαβε, τότε πάλιν Θεὸς κεκώλυκε τὴν ἐπήρειαν, οὐ συγχωρήσας λαλῆσαι ῥήματα πρὸς τὸν Ἰακώβ. Ὅτι δὲ Θεὸς αὐτῷ καὶ τοῦτο ἐξήνυσεν, αὐτὸς ἔσται μάρτυς λέγων πρὸς τὰς ἑαυτοῦ γυναῖκας· «Οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κακοποιῆσαί με.» Καὶ πάλιν ἐπιβουλευόμενος παρὰ τοῦ ἀδελφοῦ Ἡσαῦ, οὐκ ἄγγελον ἐπεκαλεῖτο, ἀλλὰ Θεὸν παρεκάλει βοῶν· «Ἐξελοῦ με, Κύριε, ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι αὐτόν.» ΑΛΛΟ, ἀποδεικτικῶς, ὅτι ὁ Λόγος τοῦ Θεοῦ, τὸ εἶδος αὐτοῦ ἐστιν. Λέγει που πρὸς Ἰουδαίους λίαν ἀπειθοῦντας ὁ Σωτήρ· «Ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Τοίνυν ὅτι μὴ πεπιστεύκασι τῷ ἐκ τοῦ Πατρὸς ἀποσταλέντι Λόγῳ, οὔτε τῆς φωνῆς ἀκηκοέναι λέγονται τοῦ Θεοῦ, οὔτε μὴν τὸ εἶδος αὐτοῦ τεθεᾶσθαι πώποτε, ἀλλ' οὔτε ἔχειν ἐν αὐτοῖς ἐνοικοῦντα τὸν λόγον. Ἔστι δὴ λοιπὸν ἅπασι σαφὲς καὶ εὐσύνοπτον, ὅτιπερ, εἰ ἐδέξαντο τὸν ἀπεσταλμένον, ἤκουσαν ἂν καὶ τῆς φωνῆς τοῦ Θεοῦ, καὶ τὸ εἶδος ἐθεάσαντο αὐτοῦ, καὶ εἶχον ἐνοικοῦντα τὸν Λόγον. Ταῦτα τοίνυν πάντα ἐστὶν ὁ Υἱὸς, φωνὴ καὶ εἶδος, καὶ Λόγος τοῦ Πατρός. Εἰ δὲ εἶδός ἐστι, δῆλον ὅτι καὶ εἰκὼν καὶ χαρακτήρ. Ἔχων οὖν ὡς χαρακτὴρ κατὰ φύσιν ἐν ἑαυτῷ τὸ πρωτότυπον, οὗ καὶ ἔστι χαρακτὴρ, ἀληθεύσει λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» ΑΛΛΟ, σημαῖνον ὅτι εἶδος Θεοῦ καλεῖται ὁ Λόγος. Ὁ πατριάρχης Ἰακὼβ μετωνομάσθη παρὰ τοῦ Θεοῦ καὶ κέκληται κατά τινα χρόνον Ἰσραὴλ, ὅτε, καθά φησιν ἡ θεία Γραφὴ, «Ἀνέτειλεν αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.» Εἶδος δὲ Θεοῦ τί ἂν ἕτερον εἴη, εἰ μὴ πάντως ὁ μετὰ παῤῥησίας βοῶν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Ἀντίθεσις ὡς ἀπὸ τῶν χριστομάχων, ἀσεβείας μεστή. Εὑρίσκεται, φασὶν, αὐτὸς ὁ Σωτὴρ τὸν ἑαυτοῦ Πατέρα παρακαλῶν ὑπέρ τε τῶν ἑαυτοῦ μαθητῶν, καὶ ὑπὲρ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων, καὶ οὕτω λέγων· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς καὶ ἡμεῖς.» Καὶ μεθ' ἕτερα· «Οὐ περὶ τούτων δὲ μόνων ἐρωτῶ, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πατὴρ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν