Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.193
Not analysed yet
λαμβάνεσθαι τῷ Θεῷ ἐν ταῖς τῶν χαρισμάτων ἐπιδόσεσι. Τί οὖν ἄρα ποιήσετε τὸν πατριάρχην Ἰακὼβ εὑρίσκοντες ἐν ταῖς θείαις Γραφαῖς τοὺς ἐξ Ἰωσὴφ εὐλογοῦντα τόν τε Ἐφραῒμ δηλονότι καὶ τὸν Μανασσῆ, καὶ λέγοντα· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, καὶ ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου, εὐλογήσαι τὰ παιδία ταῦτα;» Ἰδοὺ, φησὶν, ὀνομάσας Θεὸν, προστέθεικε καὶ τὸν ἄγγελον, ὡς εὐλογεῖν σὺν αὐτῷ δυνάμενον. Πρὸς ταῦτα λύσις. Εἰ προφητικὸν ἐνυπάρχειν πνεῦμα τῷ τὰ τοιαῦτα λέγοντι ἐνομολογοῦσιν οἱ χριστομάχοι, καὶ πιστεύουσιν ὄντως ἄγιον ἄνδρα γεγενῆσθαι τὸν Ἰακὼβ, ὅτου δὴ χάριν τοσαύτην αὐτῷ περιτιθέντες πλάνην, οὐκ αἰσχύνονται ὡς ἄγγελον συνάπτειν τῷ πάντων Θεῷ, καὶ δύνασθαι συνευλογεῖν τῷ πεποιηκότι τὸ δι' αὐτοῦ γενόμενον νομίζειν; Εἰ δὲ τοῦτο ἄτοπον, ἀκουέτωσαν καὶ παρ' ἡμῶν. Εἰ μὲν ἅγιον ὄντως πιστεύετε γεγενῆσθαι τὸν Ἰακὼβ, παύσασθε δυσφημοῦντες αὐτόν· ζητεῖτε δὲ μᾶλλον τῶν εἰρημένων παρ' αὐτοῦ τὴν ἀληθῆ διάνοιαν. Εἰ δὲ οὐκ ἧν ἅγιος, πρὸς δὲ τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο λέγειν τολμᾶτε, τί πρὸς ἀνατροπὴν, ὡς οἴεσθε, τῶν τοσούτων καὶ τηλικούτων, ἀνδρὸς οὐχ ἁγίου φέρετε φωνήν; Παρελθόντες τοιγαροῦν τὰς ὑμῶν ἀμαθίας, ἑρμηνεύσομεν καθ' ὃν δεῖ τρόπον τοῦ πατριάρχου τοὺς λόγους. Ὡς γὰρ ἀνὴρ ἅγιος καὶ Πνεύματι θείῳ πρὸς τὴν γνῶσιν τῶν τῆς εὐσεβείας δογμάτων παιδαγωγούμενος, πρῶτον μὲν ἔφησεν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, εὐλογήσαι τὰ παιδία ταῦτα. Εἶτά φησι· Καὶ ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου· ἴνα διὰ μὲν τοῦ λέγειν, Ὁ Θεὸς, σημαίνῃ τὸν Πατέρα· διὰ δὲ τοῦ λέγειν, Ὁ ἄγγελος, τὸν ἐξ αὐτοῦ Λόγον. ᾜδει γὰρ ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος. Ὅτι δὲ τὸν Υἱὸν ἐνθάδε φησὶ, καὶ οὐ τοιοῦτον ἄγγελον, ὁποῖον ἡ συνήθεια δίδωσι νοεῖν, ἐντεῦθεν ἔσται καταφανές. Εἰρηκὼς γὰρ, Ὁ ἄγγελος, οὐχ ἵστησι μέχρι τούτου τὸν λόγον, ἀλλὰ προστέθεικεν· «Ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου.» Ἴδωμεν τοίνυν ἐκ τῶν αὐτοῦ ῥημάτων, εἰ μὴ ὁ Θεὸς ἧν ὁ ῥυόμενος αὐτὸν, ἀλλά τις τῶν γενητῶν ἀγγέλων. Ἀπόδειξις ἐφεξῆς, ὅτι Θεὸς ἦν ὁ ῥυόμενος ἐκ πάντων τῶν κακῶν τὸν πατριάρχην Ἰακώβ. Λέγεται παλαῖσαι πρὸς τὸν πατριάρχην Ἰακὼβ ἄγγελος, καὶ τοῦτο κεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Ἀλλὰ συσχὼν αὐτὸν ὁ ἅγιος ἔφασκεν· «Οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς.» Ἦν δὲ οὗτος ὁ Θεός. Αὐτοῦ τε τοῦ πατριάρχου φέρεται φωνή· «Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον.» Τοῦτον τὸν ὡς ἄγγελον αὐτῷ ὀφθέντα παρεκάλει τοῖς ἐκγόνοις ἐπιπέμψαι τὴν εὐλογίαν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν. Ὤφθη τῷ πατριάρχῃ Κύριος ὁ Θεὸς, ὡς γέγραπται, καὶ εἶπεν αὐτῷ· «Ἰδοὺ ἐγὼ μετὰ σοῦ, δια-