Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.209
Not analysed yet
νονται τολμῶντες λέγειν, ἃ καὶ μόνον ἦν ἐνθυμεῖσθαι κινδύνου μεστά. Τί γὰρ ἂν εἴποιεν οἱ πάντα τολμῶντες ῥᾳδίως, εἴ τις αὐτοῖς περὶ τοῦ Πατρὸς πεῦσιν προσάγοι τὴν αὐτήν; Ἆρα τὸν ἴσον ἡμῖν φοβηθήσονται φόβον, καὶ τὴν ἐπὶ τούτοις ἐπαινέσουσι σιωπήν; Ἢ τί ποτε ἄρα πρὸς ταῦτα ἐροῦσιν· Ἐγὼ μὲν οὐκ ἔχω λέγειν, καλὸν δὲ καὶ χρήσιμον εἰ μηδὲ ἐνενόησαν οὗτοι. Ὅτι δὲ ἄτρεπτος ὢν ὁ τοῦ Θεοῦ Λόγος ὥσπερ ὁ γεννήσας αὐτὸν, ὅμοιός ἐστι κατὰ πάντα τῷ Πατρὶ, γένοιτ' ἂν διὰ τούτου σαφές. Εἰ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ Πατρὸς, καὶ ἀληθεύει, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,» καὶ πάλιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἔσται πάντως ἄτρεπτος καὶ ἀναλλοίωτος ὡς ὁ Πατήρ. Ἐπεὶ πῶς ἂν γένοιτο εἰκὼν τοῦ ἀεὶ καὶ ὡσαύτως ἔχοντος, τὸ τροπὴν ἐπιδεχόμενον; Ἢ πῶς ἂν εἴποιεν, Ἕν ἐσμεν, τὰ τοσοῦτον ἀλλήλων διεστηκότα, καὶ μακρὰν οὕτω φέροντα τὴν ἀνομοιότητα; Ἐπειδὴ δὲ ἀμήχανον ψεύδεσθαι τὴν ἀλήθειαν, τουτέστι τὸν Υἱὸν, ὅμοιον αὐτὸν εἶναι λέγοντα τοῦ Πατρὸς, ἀνάγκη πᾶσα τοῦθ' ὅπερ ἐστὶν ὁ Πατὴρ εἶναι πιστεύειν κατὰ φύσιν καὶ τὸν Υἱόν. Ἄτρεπτος οὖν, ὡς ἐκεῖνος, καὶ κατὰ πάντα αὐτῷ προσεοικώς. Ἄλλως τὸ αὐτό. Εἰ τρεπτῆς ὢν φύσεως ὁ Υἱὸς, αὐτοπροαίρετός τε καὶ αὐτεξούσιος, κατ' ἐκείνους, ὑπάρχων, ἐφέσει τῇ περὶ τὸ ἀγαθὸν εἰς τοῦτο γέγονε καταστάσεως, ὡς μηδεμίαν ἔχειν πρὸς τὸν Πατέρα διαφορὰν, ἀλλὰ λοιπὸν δύνασθαι λέγειν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» οὐδὲν ἐν Θεῷ μέγα, εἰ καὶ τοῖς τρεπτὴν ἔχουσι τὴν φύσιν ἔξεστι βουλομένοις εἶναι τοῦτο κατὰ φύσιν, ὅπερ ἐκεῖνός ἐστιν. Εἰ δὲ ἄβατα παντελῶς ἐστιν ἑτέρᾳ φύσει τὰ τῆς θεότητος ἴδια, πάντα δὲ ταῦτα φυσικῶς ἐν Υἱῷ φαίνεται, ὅμοιος ἄρα ἐστὶ κατὰ πάντα τοῦ Πατρός· οὐκ ἔκ τινος προκοπῆς ἢ ἀλλοιώσεως τῆς εἰς τὸ ἀγαθὸν, ἐκ τοῦ μὴ τοιούτου ὅπερ ἐστὶν ὑπάρχων, ἀλλὰ τέλειος ἐκ τελείου, καὶ ἄτρεπτος ἐξ ἀτρέπτου Πατρὸς προελθών. Πῶς γὰρ οὐ τέλειος ὁ οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ; Πῶς δὲ οὐκ ἄτρεπτος ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν, καθά φησιν αὐτός; ΑΛΛΟ. Εἰ ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, καρπὸς δὲ τῆς τοῦ Πατρὸς οὐσίας ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, τουτέστιν ὁ Υἱός· ἢ ποιείτωσαν καὶ τὸ δένδρον σαπρὸν, τρεπτῆς αὐτὸ φύσεως εἶναι λέγοντες (οὕτω γὰρ βούλονται τὸν καρπὸν), ἢ εἰ καλὸν ποιοῦσι τὸ δένδρον, τοιοῦτον εἶναι πιστευέτωσαν καὶ τὸν ἐξ αὐτοῦ προελθόντα καρπὸν, οὐ τῆς ἀλλοιουμένης, ἀλλὰ τῆς ἀτρέπτου φύσεως εἶναι λογιζόμενοι, καθὰ καὶ τὸ δένδρον. ΑΛΛΟ. Ἐρωτῶντι Φιλίππῳ καὶ λέγοντι· «Δεῖξον ἡμῖν τὸν Πατέρα,» Χριστὸς ἀποκρίνεται· «Τοσούτῳ