Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.212
Not analysed yet
χρόνῳ μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Εἰ τοίνυν ἡ περὶ τοῦ Υἱοῦ γνῶσις, γνῶσίς ἐστι τοῦ Πατρὸς, ἀνάγκη πᾶσα τοιοῦτον εἶναι πιστεύειν τὸν Υἱὸν, ὁποῖός ἐστιν ὁ Πατήρ. Εἰ δὲ τοῦτο, ἄτρεπτος δὲ ὁ Πατὴρ, ἔσται τοῦτο πάντως καὶ ὁ Υἱός. Οὕτω γὰρ ἂν ἐν αὐτῷ γνωσθείη καὶ φαίνοιτο. Μαρτυρίαι ἀπὸ τῆς Γραφῆς, ὅτι ἄτρεπτος ὁ Υἱὸς, καὶ ἐξ αὐτῶν συλλογισμὸς εἰς τοῦτο περιτρέπων. Ὁ Παῦλος λέγει· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁ Ψαλμῳδός· «Σὺ καταρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ὁ Σωτὴρ περὶ ἑαυτοῦ· «Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Ὁ Ἱερεμίας· «Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Ἐνταῦθα γὰρ τὸ ἱδρυμένον καὶ ἀμετάθετον, καὶ ἀεὶ ὡσαύτως ἔχον τῆς θείας φύσεως ὁ προφήτης σημαίνων φησί· «Σὺ καθήμενος τὸν αἰῶνα·» τὴν δὲ ἐν παντὶ χρόνῳ τῶν γενητῶν μεταβολὴν ἐξηγούμενος, ἐπιφέρει· «Καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Εἰ τοίνυν ἐπὶ μὲν τῶν γενητῶν τροπὴν, καὶ ἀλλοίωσιν, καὶ ἀπώλειαν, καὶ ἐξαλλαγὴν ἡ θεία λέγουσα Γραφὴ, τῆς πρὸς ταῦτα κοινωνίας ὑπεξαιρεῖ τὸν Υἱὸν, «Σὺ δὲ ὁ αὐτὸς εἶ,» λέγουσα, οὐκ ἄρα τρεπτῆς φύσεώς ἐστιν. Οὐδὲ γὰρ ἂν ὁ αὐτὸς εἴη, ἐφ' ἕτερόν τι παρ' ὅπερ ἐστὶ μετατρέπεσθαι δυνάμενος. ΑΛΛΟ. Εἰ κατὰ φύσιν οὐκ ἔστιν ἄτρεπτος ὁ Υἱὸς, συνέβη δὲ αὐτῷ τὸ εἶναι τοῦτο ὅπερ ἐστὶ, καὶ ἐπίκτητον ἔχει τὴν πρὸς τὸν Πατέρα ὁμοιότητα, ἦν ἄρα χρόνος ὅτε ἧν μὲν ὁ Υἱὸς, ἀνόμοιος δὲ τῷ Πατρί; Καὶ πῶς Υἱὸς ἔτι νοηθήσεται ὁ μὴ ἐκ τῆς κατὰ φύσιν ὁμοιότητος μαρτυρούμενος; Ἢ πῶς ἐν βεβαίῳ τῆς μακαριότητος στήσεται, ὁ ἐπισυμβεβηκὸς τοῦτο ἔχων; Εἰ γὰρ συνέβη, καὶ ἀποσυμβῆναι τοῦτο δυνήσεται. Εἰ δὲ ἐν ταυτότητι μένειν τὸν Υἱὸν ἡ θεία λέγει Γραφὴ, πάντα ἐν αὐτῷ κατὰ φύσιν ἐστὶ τὰ τῆς θεότητος ἴδια, ἀλλότριον δὲ ταύτης ἡ τροπὴ, ἄτρεπτος ἄρα ἐστὶ καὶ ἀναλλοίωτος. ΑΛΛΟ. Τὸ τρεπόμενον καὶ ἀλλοιωθῆναι δυνάμενον, οὐκ ἂν λέγοι περὶ ἑαυτοῦ· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Εἰ γὰρ ποτὲ μὲν τόδε ἐστὶν, ποτὲ δὲ οὐκ ἔστι, ψεύδεται πρὸς ἑαυτόν. Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ λέγει· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Οὐκ ἄρα τῶν ἀλλοιουμένων, ἢ τρεπομένων ἐστὶν, ἀλλ' ὅμοιος τῷ Πατρὶ, ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὤν. ΑΛΛΟ, διηγηματικῶς. Ἕνα τῶν ἀλλοιουμένων σπουδάζοντες δεῖξαι τὸν