Ancient Greek · ~8 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.21
Not analysed yet
δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ·» καὶ εἰς τὸ, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου·» καὶ εἰς τὸ, «Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδὲν, ἀλλὰ καθὼς ἀκούω, κρίνω·» καὶ ὅσα τούτοις ὅμοιά ἐστι ῥητά. ΛΟΓ. ΚΔʹ. Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, «Ἔκλαυσε,» καὶ εἰς τὸ, «Νῦν ἡ ψυχή μου τετάρακται,» καὶ εἰς τὸ, «Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο,» καὶ εἰς τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου,» καὶ ὅσα τούτοις ὅμοια ῥητά. Παραθέσεις ἀποδεικτικαὶ ἀπὸ τῆς θείας Γραφῆς, καὶ Χριστομάχων ἀποτρέπουσαι τὴν κακόνοιαν. ΛΟΓ. ΚΕʹ. Εἰς τὸ, «Πρωτότοκος πάσης κτίσεως·» ὅτι οὐ κτίσμα ὁ Υἱός. ΛΟΓ. Κϛʹ. Εἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, «Τὸ καθίσαι ἐκ δεξιῶν μου, ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι. ΛΟΓ. ΚΖʹ. Εἰς τὸ, «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» ΛΟΓ. ΚΗʹ. Εἰς τὸ παρὰ τῷ Λουκᾷ κείμενον· «Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» ΛΟΓ. ΚΘʹ. Εἰς τὸ, «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται [τῷ] ὑποτάξαντι αὐτῷ τὰ πάντα.» ΛΟΓ. Λʹ. Εἰς τὸ, «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» ΛΟΓ. ΛΑʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν ἡμῶν πλέον ἐπίσταται, ἀλλ' ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς ἀπαραλλάκτως. ΛΟΓ. ΛΒʹ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς Καινῆς Διαθήκης, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱός. Εἰ δὲ τοῦτο, οὐ ποίημα οὐδὲ κτίσμα. ΛΟΓ. ΛΓʹ. Ὅτι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, δι' Υἱοῦ δὲ τῇ κτίσει χορηγούμενον. ΛΟΓ. ΛΔʹ. Παραθέσεις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπιτηροῦντα θεωρεῖν, ὅτι Θεὸς, τὸ Πνεῦμα, καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ οὐκ ἀπεξενωμένον τῆς οὐσίας αὐτοῦ. Ὁμοῦ δὲ διδάσκουσιν, ὅτι Θεοῦ λεγομένου κατοικεῖν ἐν ἡμῖν, τὸ Πνεῦμά ἐστι τὸ ἐνοικοῦν. ΛΟΓ. ΛΕʹ. Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐχὶ πεποιημένος.