Ancient Greek · ~8 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.24
Not analysed yet
Η ΒΙΒΛΟΣ ΤΩΝ ΘΗΣΑΥΡΩΝ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Περὶ γενητοῦ καὶ ἀγενήτου. Εἰ διερωτᾷν ἡμᾶς ἐπιχειροῖεν Ἀρειανοὶ, ἓν τὸ ἀγένητον ἢ δύο, ἵνα δῆθεν ἓν εἰπόντες αὐτὸ, καὶ εἰς τὸν Πατέρα φέροντες, ἐν τοῖς γενητοῖς καταριθμήσωμεν τὸν Υἱὸν, ἀποκρίνασθαι χρὴ τοιῶσδε· πρῶτον μὲν οὖν ἀμαθὴς καὶ ἀπαίδευτος ἡ ἐρώτησις· κατὰ πολλὰ γὰρ σημαινόμενα τὸ ἀγένητον ἐκλαμβάνεται. Ἀγένητόν ἐστι τὸ μήπω μὲν γενόμενον, ἐνδεχόμενον δὲ γενέσθαι, ὡς ἀπὸ ξύλου σκάφος, ἢ ἐκ χαλκοῦ ἀνδριάς. Καὶ πάλιν ἀγένητον λέγεται τὸ μήτε γενόμενον πώποτε, μήτε μὴν γενέσθαι δυνάμενον· φέρε εἰπεῖν, τὸ τρίγωνον σχῆμα οὐ γέγονέ ποτε τετράγωνον, οὔτ' ἂν γένοιτό ποτε· ἅμα γὰρ ἀφανίζεται τοῦ τριγώνου τὸ σχῆμα, ἕτερόν τι παρ' ὅπερ ἦν γίνεται. Λέγεται πάλιν ἀγένητον, τὸ ὑπάρχον μὲν καὶ ὑφεστηκὸς, μὴ μὴν γεγενημένον ὑπό τινος. Κατὰ πολλοὺς τοιγαροῦν νοουμένου τρόπους τοῦ ἀγενήτου, τί ἄρα σημαίνειν ἐπὶ Θεοῦ βούλονται τὸ, ἀγένητον; Ἀλλ' ἴσως τὸ μὴ γεγενῆσθαι φήσουσιν, ὁμολογήσαντες πρότερον ἀπαιδεύτως πεποιῆσθαι τὴν ἐπερώτησιν. Λεγέσθω τοίνυν καὶ παρ' ἡμῶν ὅτι ἓν τὸ ἀγένητον. Εἰ δὲ πρὸς τοῦτο φαῖεν, Οὐκοῦν ἀνάγκη πᾶσα συνομολογεῖν γεγενῆσθαι τὸν Υἱὸν, ἐπειδὴ τὸ ἀγένητον ἓν, ὅπερ ἐστὶν ὁ Πατὴρ, ἀντακούσονται πάλιν· Εἰ σοφία καὶ δύναμις, καὶ λόγος τοῦ Πατρός ἐστιν ὁ Υἱός· ἦν δὲ ἀεὶ ἐν Πατρὶ λόγος, καὶ σοφία, καὶ δύναμις, οὐκ ἐπιγέγονεν οὖν ὁ Υἱὸς, ὃς ταῦτά ἐστι καὶ καλεῖται. Ἀλλ' ὥσπερ ἐκ Θεοῦ Θεὸς, καὶ ἐκ φωτὸς ἐξέλαμψε φῶς, οὕτω καὶ ἐξ ἀγενήτου ἀγένητος. Δεῖ γὰρ εἶναι τοιοῦτον τὸν Λόγον, ὁποῖός ἐστι καὶ ὁ γεννήσας αὐτόν. Οὕτω γὰρ ἂν τὸ τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ἐπαληθεύοιτο τῷ ἐξ αὐτοῦ γεννωμένῳ. Κωλύει τοίνυν οὐδὲν ἑνὸς ὄντος τοῦ ἀγενήτου Πατρὸς, ἀγένητον εἶναι καὶ τὸν ἐξ αὐτοῦ Λόγον, ὡς ἕν τι μετὰ Πατρὸς καὶ ἐν Πατρὶ νοούμενον διὰ τὸ τῆς φύσεως ἀπαράλλακτον· ὃ δὴ καὶ αὐτὸς περὶ ἑαυτοῦ φησιν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» διὰ μὲν τοῦ, ἓν, τὴν ταυτότητα τῆς οὐσίας σημαίνων· διὰ δὲ τοῦ, ἐσμὲν,