Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.213.1
Not analysed yet
Υἱὸν, ἵνα ἐκ τούτου νομίζηται εἶναι καὶ γενητὸς, καὶ λοιπὸν ἀνόμοιος τῷ Πατρὶ, εἰς ἀπόδειξιν τῆς ἑαυτῶν μανίας προφέρουσί τινα τῶν ἐν ταῖς θείαις Γραφαῖς· καί φασι τὸν Ἀπόστολον εἰπεῖν· «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ.» Παρὰ δὲ τῷ Ψαλμῳδῷ γέγραπται πάλιν· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Εἶτα λέγουσι τὰ ῥήματα σοφιζόμενοι, ὅτι τὸ, διὸ, καὶ διὰ τοῦτο, αἰτίαν τινὰ σημαίνει, δι' ἣν ὑπερυψώθη, καὶ ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἐχρίσθη τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. Εἰ δὲ αἰτία τις τούτων αὐτῷ γέγονε πρόξενος, ἠλλοιώθη δηλονότι καὶ μεταβέβληται, τοῦτο γεγονὼς ὅπερ οὐκ ἦν πρὸ τούτου· καὶ εἰ δοτὸν ἐν αὐτῷ τὸ ἀξίωμα, ἔσται καὶ ἀφαιρετόν. Τὸ δὲ ἐν τοιαύτῃ καταστάσει τυγχάνον, πῶς ἂν εἴη κατὰ φύσιν τῷ ἀτρέπτῳ ὅμοιον, καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος εἰκών; Πρὸς ταῦτα λύσις. Εἰ καθ' ὑμᾶς γέγονέ τις αἰτία δι' ἣν ὑπερυψώθη, καὶ τοῦ ὀνόματος ἔτυχεν, ἐχρίσθη τε τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, οὐκ ἂν ἦν τοῦθ' ὅπερ ἐστὶ νῦν, τῆς αἰτίας οὐ γενομένης. Οὐκοῦν οὐ φύσει Θεὸς ὁ Υἱὸς, εἰ ἐξ αἰτίας κατὰ χάριν Θεός· οὐδὲ φύσει Υἱὸς, εἰ ἐξ αἰτίας κατὰ χάριν Υἱὸς, καὶ μισθὸς ὡς ἔοικεν ἀρετῆς ἡ υἱότης αὐτῷ, καὶ τὸ τῆς θεότητος ὄνομα, ὤσπερ καὶ ἐφ' ἡμῶν. Οὐδὲν οὖν ἔσται τὸ αὐτοῦ τε καὶ ἡμῶν μεταξύ. Ἔξεστι γὰρ διὰ βίου σεμνότητος τῶν ἴσων τυχεῖν, εἴ γε καλούμεθα καὶ θεοὶ καὶ υἱοὶ, καὶ χριόμεθα τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, τούτων ἀξίους ἑαυτοὺς παραστήσαντες. Εἰ δὲ τοῦτο ἄτοπον καὶ νοεῖν καὶ λέγειν, ὑπὲρ ἡμᾶς ἔσται καὶ οὐχ ὡς ἡμεῖς ὁ Υἱός. Ὁ μὲν γὰρ ἐκ τοῦ Πατρὸς κατὰ φύσιν ὑπάρχων, Υἱός ἐστιν ἀληθινὸς, ὡς ἄνθρωπος ἐξ ἀνθρώπου, καὶ Θεός ἐστιν ἐκ Θεοῦ γεννηθείς. Ἡμεῖς δὲ οἷς ταῦτα κατὰ φύσιν οὐ πρόσεστι, τὴν ἀπὸ τοῦ λαβεῖν χάριν, ἀντὶ τοῦ κατὰ ἀλήθειαν ἐσχήκαμεν, υἱοὶ καὶ θεοὶ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν χρηματίζοντες· μέχρι γὰρ μόνου τοῦ ὀνόματος ἐφ' ἡμῶν ἡ κτῆσις τῶν ὑπὲρ ἡμᾶς, ἔτι δὲ τοῦ Υἱοῦ, φυσική τε καὶ οὐσιώδης. ΑΛΛΟ. Ὁ θεῖος Ἀπόστολός πού φησι περὶ τοῦ Υἱοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν,» καὶ τὸ ἑξῆς· «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Ὅτε τοίνυν ἐνηνθρώπησε τὴν τοῦ δούλου μορφὴν ἀναλαβὼν, ἐχαρίσθη αὐτῷ τὸ ὄνομα, καὶ ὑπερυψώθη. Οὐκοῦν πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ τῆς τοῦ δούλου μορφῆς, οὔτε εἶχε τὸ ὄνομα, οὔτε ἦν ὑψηλότερος κατὰ τὸν τῶν Ἀρειανῶν λόγον. Εἰ γὰρ ἦν ταῦτα καὶ πρὸ τῆς ἐπιδημίας, περιττός που πάντως ἐστὶν ὁ τοῦ εἰληφέναι τι λόγος. Εἰ δὲ οὐκ εἶχεν, ὅπερ οὐκ ἦν ἐγένετο. Τί οὖν ἦν πρὶν ταύτης