Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.221
Not analysed yet
Υἱὸν, οὔτε ἐξ ὕλης προϋποκειμένης ἐργάζεταί τι τῶν ὄντων· ἀλλ' ἔξωθεν τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ σὺν Υἱῷ. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα. Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἡμῖν, ὦ γενναῖοι, μονογενὴς ὁ Υἱὸς εὑρεθήσεται, εἰ καὶ αὐτὸς ἔξωθεν ὥσπερ τὰ πάντα ἐστί; Πῶς δὲ ὅλως Υἱὸς ὁ μὴ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ γεγεννηκότος; Εἰ μὲν οὖν ἐνδέχεται καὶ τὰ ἐξ οὐκ ὄντων ἤτοι ἔξωθεν γεγονότα καλεῖσθαι καὶ εἶναι κατὰ φύσιν υἱοὺς, οὐδὲν, ὡς ἔοικε, κωλύσει πάντα τὰ πεποιημένα καλεῖσθαι γεννήματα. Καὶ οὐκέτι μονογενὴς ὁ Υἱὸς, πολλοὺς ἔχων τοὺς ἀδελφοὺς κατὰ φύσιν. Εἰ δὲ οὐκ ἐνδέχεται, μόνος δέ ἐστι μονογενὴς, ἐξηλλαγμένην ἄρα πάντη τὴν ὕπαρξιν ἔχει, οὐχ ὥσπερ ἐκεῖνα πρὸς τὸ εἶναι κεκλημένος, ἀλλ' ὡς Υἱὸς ἐκ Πατρὸς προελθὼν φυσικῶς, καὶ διὰ τοῦτο ὅμοιος. ΑΛΛΟ. Εἰ πάντα ἐξ οὐκ ὄντων ἐστὶ, καὶ μετὰ πάντων ὁ Υἱὸς, διὰ ποίαν αἰτίαν ὁ μὲν φύσει Κύριος, τὰ δὲ φύσει δοῦλα; Ἢ γὰρ τὰ πάντα κυριότητι τῇ κατὰ φύσιν ἀμᾶσθαι δίκαιον τὴν αὐτὴν ἔχοντα γένεσιν τῷ Υἱῷ, ἢ καὶ αὐτὸν μετὰ πάντων ὡς δοῦλον εἶναί τε καὶ λέγεσθαι. Νῦν δὲ οὐχ ὁρῶμεν τοῦτο κηρύττουσαν τὴν θείαν Γραφήν. Ἀλλὰ Κύριον μὲν κατὰ φύσιν οἶδε τὸν Υἱὸν, δοῦλα δὲ τὰ ποιήματα, λέγουσα, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Καὶ πάλιν, μετὰ Πατρὸς ὑμνούμενον καὶ σπουδαζόμενον αὐτῷ τὸν Υἱὸν εἰσφέρει, τὴν κτίσιν δὲ δοξολογοῦσαν. Οὐκ ἄρα τοῖς πᾶσιν ἴσος ἐστὶν, οὐδὲ ἔξωθεν, ὥσπερ ἐκεῖνα, ἀλλ' ὁ μὲν Υἱὸς κατὰ φύσιν, τὰ δὲ δοῦλα καὶ ποιήματα. Οὕτω δὲ ἔχοντα τὸν Υἱὸν, τί τὸ κωλύον ὅμοιον εἶναι τῷ Πατρί; ΑΛΛΟ. Ἀγνοοῦσιν, ὡς ἔοικεν, αἱ λογισμοῖς ἀσυνέτοις ἐπερειδόμενοι, καὶ ψόφῳ διακένων ῥημάτων ἢ ταῖς ἀκριβείαις τῶν θεωρημάτων ἐπικομπάζοντες, ὅτι τὸ ὄντως ὂν καὶ κατ' οὐσίαν τίκτειν δυνάμενον, τὸ θεῖόν ἐστιν. Αὐτὸ γὰρ δὴ περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ὁ ὢν, ὡς τῶν ἄλλων ἁπάντων, οὐκ ὄντων μὲν πρὶν γενέσθαι, βουλήσει δὲ θείᾳ πρὸς τὸ εἶναι παρενεχθέντων. Οὐκοῦν τὸ ὄντως ὂν, ᾧ καὶ τὸ εἶναι κυριώτατον ὄνομα, αὐτὸ δὴ καὶ μόνον κατ' οὐσίαν γεννήσει. Τὰ γὰρ ἄλλα ποιήματα, ἄνθρωποι τυχὸν, βουλήσει μᾶλλον Θεοῦ πρὸς τὸ δύνασθαι τίκτειν ἐκλήθησαν, ἢ κατ' ἰδίαν οὐσίαν τοῦτο ποιοῦσι. Θεῖος γάρ τις ἀναγκάζει νόμος τίκτειν καὶ τὸ μὴ τίκτειν πεφυκός. Ἐπειδὴ γὰρ οὕτως ἠθέλησεν ὁ Δημιουργὸς, οὕτω καὶ γέγονεν. Εἰ γὰρ κατ' οὐσίαν ἰδίως τε καὶ κυρίως ἔχει τὸ τίκτειν τὰ ποιήματα, διατί μὴ πάντα δύναται τίκτειν; Ἐπειδὴ δὲ τίκτει τινὰ, δηλονότι τὰ κεκελευσμένα, πρόδηλον δήπουθεν ὡς οὐ κατὰ φύσιν τοσοῦτον τοῖς ποιήμασιν