Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.224
Not analysed yet
ἐνυπάρχειν τὸ γεννᾷν, ὅσον ἐκ τοῦ κελεύοντος καὶ ἀναγκάζοντος νόμου, ὃν ἑκάστῳ τῶν ὄντων ἐπέθηκεν ὁ Δημιουργός. Οὐκοῦν τὸ κυρίως τίκτον ἐξ ἑαυτοῦ, τὸ Θεῖόν ἐστιν· ἡμεῖς δὲ κατὰ μίμησιν τὴν ἐκείνου. Εἶτα πῶς οὐκ ἄτοπον τὸ μὲν κατὰ μίμησιν τίκτειν ἐξ ἑαυτοῦ, τὸ δὲ ἀρχέτυπον πρὸς ὃ καὶ μεμόρφωται, μὴ ἐξ ἑαυτοῦ μᾶλλον, ἀλλ' ἔξωθεν ἔχειν τὸ γεννᾷν; Φανερᾶς τοιγαροῦν ἐντεῦθεν τῆς ἀληθείας γεγενημένης, οὐδὲν τὸν Πατέρα κωλύσει γεννᾷν τὸν Υἱὸν ἐξ ἑαυτοῦ. Εἰ δὲ τοῦτο, καὶ ὅμοιος ἔσται κατὰ πάντα αὐτῷ, τῆς τοῦ Πατρὸς ἰδιότητος φυσικῶς τρεχούσης ἐπὶ τὸν Υἱόν. ΑΛΛΟ, περὶ ὁμοιότητος τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Εἰ οὐδεὶς, φασὶν, ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, φαίνεται δὲ καὶ τὸ οἰκεῖον πρόσωπον τῆς κατὰ φύσιν ἀγαθότητος ἔξω τιθεὶς, «Τί γάρ με φὴς ἀγαθόν;» πρὸς τὸν Γραμματέα λέγει, κατὰ τίνα τρόπον ὅμοιος ἔσται τῷ κατὰ φύσιν ἀγαθῷ Πατρὶ ὁ μὴ τοιοῦτος Υἱός; Πρὸς ταῦτα λύσις. Ἀνόμοιον εἶναί φασιν οἱ χριστόμαχοι τὸν Υἱὸν τῷ Πατρὶ, τὸν ἐπηρτημένον τῷ λόγῳ κίνδυνον μηδόλως θεωροῦντες, ἢ θεωροῦντες μὲν, ἐν δὲ τοῖς οὕτω μεγάλοις πράγμασι παίζοντες μᾶλλον ἢ τῆς ἀληθείας ὄντες ἐξετασταί. Εἰ γὰρ ἀνόμοιος, κατ' ἐκείνους, ἐστὶν ὁ Υἱὸς τῷ Πατρὶ, λεγέτωσαν ἡμῖν τίνα ποτὲ ἐροῦσι τὸν ἀγαθὸν κατὰ φύσιν· τὸν Πατέρα ἢ τὸν Υἱόν; Εἰ μὲν οὖν τῷ Πατρὶ τὴν ἐπὶ τούτῳ ψῆφον ἀπονέμουσιν, ἀνάγκη πᾶσα μὴ εἶναι ἀγαθὸν τὸν τῷ Πατρὶ μὴ προσεοικότα. Εἰ δὲ τοῦτο μὲν παραιτήσονται λέγειν, μεταθήσουσι δὲ ἐπὶ τὸν Υἱὸν τὸ οὐσιωδῶς ἀγαθὸν, ἐξ ἀνάγκης πάλιν συνελαθήσονται πρὸς τὸ χρῆναι λέγειν οὐκ εἶναι τὸν Πατέρα ἀγαθὸν, εἴ γε τῆς πρὸς τὸν Υἱὸν ὁμοιότητος ἀποφοιτᾷ. Ἐπειδὴ δὲ λίαν ἐστὶν ἀτοπώτατον ἢ κατὰ τοῦ Πατρὸς ἢ κατὰ τοῦ Υἱοῦ τὴν τοιαύτην φθέγξασθαι δυσφημίαν (ἀγαθοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἀγαθὸς ἔσται πάντως καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Υἱὸς), οὐκ ἔσται κατά τι γοῦν ἀνόμοιος τῷ Πατρὶ, εἴπερ τὸ ἀγαθὸν προσεοικέναι πάντως ἀνάγκη τῷ ἀγαθῷ. Ἀνθυποφορὰ ὡς ἐκ τῶν χριστομάχων. Κατὰ τοῦτο, φασὶν, ὁμολογοῦμεν ὅμοιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, οὐχ ὅτι πάντως τὴν οὐσιώδη καὶ φυσικὴν ἔχει πρὸς αὐτὸν ὁμοιότητα, ἀλλ' ὅτι διὰ τὸ θελῆσαι μόνον τὸν Πατέρα τοιοῦτον ὑποστῆσαι τὸν Υἱὸν ὁποῖός ἐστιν αὐτὸς, τὴν πρὸς αὐτὸν ὁμοίωσιν ἔχει. Ὥσπερ οὖν ἀμέλει καὶ οἶκος εἰς εἶδός τι καὶ σχῆμα μεταπεποιημένος ὥσπερ εἰκών ἐστι τῆς τοῦ δημιουργήσαντος ἐννοίας· διὰ μὲν τὴν ὕλην ἕτερος ὢν ὡς πρὸς αὐτὸν, διὰ δὲ τὸ οὕτω πεποιῆσθαι ὡς ἐπενόησε προσεοικὼς αὐτοῦ τῇ διανοίᾳ. Πρὸς ταῦτα λύσις. Γέλωτος ἀξία, μᾶλλον δὲ ὀδυρμῶν ἡ τοῦ λόγου κα-