Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.229
Not analysed yet
καὶ πρεπόντως ἂν γένοιτο. Ὥσπερ οὖν καὶ ἡλίου μετέχομεν διὰ τῆς ἐξ αὐτοῦ τικτομένης αὐγῆς, οὐ δίχα θερμότητος ἢ τῆς τοῦ Πνεύματος ἐνεργείας εἰκόνα φέρει. Ὥσπερ οὖν τῷ ἡλίῳ οὐκ ἄν τις ἀνόμοιον εἶναι λέγοι τὸ ἐξ αὐτοῦ πεμπόμενον φῶς ἤτοι τὴν θερμότητα, διὰ τὸ μετὰ τούτων εἶναι μεθεκτὸν, οὕτως οὐδὲν ἀναγκάσει τὸν Υἱὸν ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸ δι' αὐτοῦ μετέχεσθαι τὸν Πατέρα. Μᾶλλον δὲ ὅμοιον ὄντα κατὰ πάντα δεικνύει. Ὅπου γὰρ Υἱοῦ μετέχοντες, τῆς τοῦ Πατρὸς μετουσίας οὐκ ἐστερήμεθα, πῶς οὐκ ἔσται ταυτότης οὐσίας Πατρὸς καὶ Υἱοῦ; Ὅπου δὲ οὐσίας ταυτότης, ποῖον ἕξει τόπον ἡ ἀνομοιότης; Λεγέτωσαν οἱ χριστομάχοι. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἂν εἴη, φασὶ, κατὰ τὸν τῆς οὐσίας λόγον ὅμοιος τῷ Πατρὶ ὁ Υἱὸς, ὅς γε τοσοῦτον ἐλάττων φαίνεται, ὡς μηδὲ ὁρᾷν αὐτόν; Καὶ τοῦτο γὰρ αὐτός που διαμαρτύρεται λέγων· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Εἰ τοίνυν ἀθεώρητον τοῖς πᾶσι τὸν Πατέρα φησὶν ὁ Υἱὸς, ἐν δὲ τοῖς πᾶσι καὶ αὐτὸς, πῶς ἂν εἴη κατὰ τὴν οὐσίαν ὅμοιος ὁ τοσοῦτον ἡττώμενος; Πρὸς τοῦτο λύσις. Καὶ πῶς οὐκ ἄντικρυς αὐτῇ μαχόμενοι τῇ ἀληθείᾳ φανεῖσθε, καὶ πάσαις ὁμοῦ ταῖς θείαις Γραφαῖς ἀντιπίπτοντες, μηδὲ αὐτῷ λέγοντες ὁρᾶσθαι τῷ Υἱῷ τὸν Πατέρα, κεκρύφθαι δὲ τὴν τοῦ Μονογενοῦς αὐτοπρόσωπον θέαν; καίτοι καὶ αὐτοῦ διαῤῥήδην βοῶντος οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς δὲ εἰ μὴ κατάληπτός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ἡμῖν αὐτὸν ἐπιδεικνύει, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Πῶς δὲ τὸ Πνεῦμα αὐτοῦ πάντα ἐπίσταται καὶ τὰ βάθη τοῦ Θεοῦ, καθάπερ καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ; Πῶς δὲ πάλιν οἱ κατ' οὐρανὸν ἄγγελοι ὡς τὸ τούτου πρόσωπον θεωροῦντες ἀνεγράφησαν, εἰ μηδὲ τῷ Υἱῷ τοῦτο ὑπάρχει, καθ' ὑμᾶς; Ἢ πῶς οὐκ ἀληθεύσει, λέγων· «Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα;» Καὶ πάλιν· «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι;» Ὁ τοίνυν μὴ μόνον εἰδὼς, ἀλλὰ καὶ ἀποκαλύπτειν ἑτέροις τὸν Πατέρα δυνάμενος, πῶς αὐτὸν οὐχ ὁρᾷ; Πῶς δὲ οὐκ οἶδεν ὁ ἐξ ὧν ἐστιν αὐτὸς εἰδὼς τὸν Πατέρα, καὶ λέγων πρὸς αὐτόν· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά;» Ὥσπερ οὖν, εἴπερ ἦν ἀθεώρητος αὐτῷ, καθ' ὑμᾶς, ὁ Πατὴρ, οὐκ ἂν ἦν αὐτῷ κατ' οὐσίαν ὅμοιος, οὔτως ἐπειδήπερ ὁρᾷ καὶ γινώσκει τὸν Πατέρα, ἔσται πάντως αὐτῷ κατὰ πάντα προσεοικὼς, καὶ διαψεύσεται πάλιν τῆς παρ' ὑμῶν συκοφαντίας ὁ λόγος. Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Κατὰ τοῦτο, φασὶ, μόνον ὅμοιον εἶναι δώσομεν τὸν