Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.228
Not analysed yet
σθαι Θεοῦ τὸν ἄνθρωπον, πάντες ἂν ἦμεν Χριστοῦ, καὶ Πνεύματος ὄντες ἀμέτοχοι. Φησί που πάλιν ὁ μακάριος Ἰωάννης· «Ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Οὐκοῦν εἰ τὸ φυλάττειν τὴν δοθεῖσαν ἐντολὴν πρόξενον ἡμῖν τῆς τοῦ Πνεύματος μετουσίας εὑρίσκεται, μέτοχοι δὲ γεγονότες τοῦ Πνεύματος, πρὸς τὴν τοῦ πεποιηκότος εἰκόνα μορφούμεθα, πρόδηλον δήπουθεν ὅτι τὴν πρὸς Θεὸν ὁμοίωσιν ἔχειν ἀδύνατον τὸν μὴ μετέχοντά πως τῆς αὐτοῦ φύσεως. Καὶ πάλιν ἀνανεῶν εἰς τὸ κατ' εἰκόνα τὸν ἄνθρωπον ὁ Σωτὴρ, ἐνεφύσησε τοῖς μαθηταῖς λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ὅπερ οὖν ἡ ἀνακαίνησις ἔχει, τοῦτο κεκτῆσθαι πάντως καὶ τὴν ἀρχαιότητα προσήκει νοεῖν. Οὐκοῦν τελείωσιν ἐξεικονισμοῦ πρὸς τὴν θείαν οὐσίαν ἡ τοῦ Πνεύματος μετοχὴ τῷ ἀνθρώπῳ χαρίζεται, οὐχ ἁπλῶς τὸ ἐν μόναις ἐννοίαις Θεοῦ διαπλασθῆναι τοιοῦτον ὁποῖός ἐστιν αὐτός. Εἰ δὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ λαμβάνοντες πρὸς Θεὸν μορφούμεθα, πῶς ἀνόμοιος ἔσται τῷ Πατρὶ ὁ Υἱὸς ὁ τὸ μορφοῦσθαι πρὸς ἐκεῖνον καὶ ἡμῖν δι' ἑαυτοῦ δωρούμενος; Πρότασις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἀκοινώνητος, φασὶ, καὶ οὐ μεθεκτὸς ἡμῖν ὁ Πατὴρ δι' ἑαυτοῦ, διὰ τὴν ὑπερβολὴν καὶ τὴν ἄκραν ὥσπερ καὶ ἀχώρητον τῇ ἀνθρωπείᾳ φύσει τῆς θεότητος μετάληψιν. Χωρεῖται δὲ καὶ ἐν ἡμῖν γίνεται δι' Υἱοῦ, ὡς δι' ἐλάττονος δηλαδή. Πῶς οὖν ὅμοιος ἔσται τῷ Πατρὶ, χωρητὸς ὢν ἐν ἡμῖν τοῖς ἐκεῖνον οὐ δυναμένοις χωρεῖν; Πρὸς τοῦτο ἀνθυποφορὰ ἤτοι λύσις. Μεθύουσι πάλιν ταῖς ἀβουλίαις οἱ θεομάχοι, μὴ εἰδότες, ὡς φαίνεται, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Εἰ γὰρ, καθάπερ ὑμεῖς φατε, πάντα μεγάλα καὶ ὑπερφυῆ τὰ ἐν τῷ Πατρὶ, ἀνάγκη δοῦναι τοιαύτην καὶ τὴν ἐνυπάρχουσαν αὐτῷ ἀγαθότητα. Πῶς οὖν ὁ εἰς ἄκρον ἀγαθὸς, ἀχώρητος ἔσται τοῖς ἀγαθότητος δεομένοις; Πῶς δὲ ὅλως ἀγαθὸς ὁ ταῖς ὑπὲρ τὴν κτίσιν ὑπερβολαῖς ἀποκλείων ἅπασι τὸ μετασχεῖν αὐτοῦ; Χρὴ γὰρ δήπουθεν, ὃ δὴ καὶ ἀληθὲς ὂν φαίνεται, τὸν ἅπαξ ἀγαθὸν, ἀναλογοῦσαν αὐτοῦ τοῖς πᾶσι προθεῖναι τὴν ἀγαθότητα, καὶ εἰς ἀπόλαυσιν τοῖς αὐτῆς δεομένοις ἑτοίμην ἐξαπλοῦν. Ἀλλ' ἤδη καὶ τοῦτο ποιῶν φαίνεται, δι' ὧν καὶ ἐνοικήσειν ἐν ἡμῖν ἐπαγγέλλεται καὶ ἐμπεριπατήσειν, καὶ υἱοὺς ἀποδεικνύει. Οὐκοῦν ἕωλος τοῖς ἀθέοις ἡ πρότασις. Φαίνεται γὰρ οὐ δι' ὑπερβολὴν καὶ μεγαλοφυΐαν, εἰς ἀγριότητα Θεὸς ἀποκλίνων· ἀλλὰ μᾶλλον τοσοῦτος ὑπάρχων εἰς ἡμερότητα ὅσῳ μεγάλα τὰ αὐτοῦ. Ὧν ἓν δὴ τὸ κάλλιστόν ἐστιν ἡ ἀγαθότης, φθάνουσα δι' Υἱοῦ, καθά φησιν αὐτὸς, ἐπὶ πονηρούς τε καὶ ἀγαθοὺς, καὶ μηδενὶ τὸ παράπαν ἀποκλείουσα τὸ μετασχεῖν αὐτῆς. Μετοχὴ δὲ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι κυρίως τε