Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.237
Not analysed yet
τός ἐστιν ὁ ἄρτος ὁ τοὺς μετέχοντας ἀπαθανατίζειν δυνάμενος, οὐκ ἔξωθεν οὐδὲ ἐπίκτητον ἔχει τὸ ζωοποιεῖν, ἀλλ' ὢν κατὰ φύσιν ζωὴ, τοὺς μετέχοντας αὐτοῦ ζωοποιήσειν ἀληθῶς ἐπαγγέλλεται. ΑΛΛΟ. Εἰ μὴ κατὰ φύσιν ἔχει τὸ εἶναι ζωὴ ὁ τοῦ Θεοῦ Λόγος, ἐπείσακτον δὲ, ὡς ὑμεῖς φατε, κεκτημένος αὐτὸ, ζωοποιεῖν δύναται, τί κωλύσει λέγειν καὶ ἀγγέλους τοὺς ἀληθῶς μετόχους γεγονότας ζωῆς δύνασθαι ζωοποιεῖν; Ἀλλὰ τοῦτο μὲν οὐκ ἐνδέχεται· μόνος γὰρ ὁ Υἱὸς ζωοποιεῖν δύναται, καθάπερ καὶ ὁ Πατήρ. Οὐκοῦν οὐκ ἐπείσακτος ἐν Υἱῷ ἡ ζωοποιὸς δύναμις, ἀλλὰ κατὰ φύσιν αὐτῷ προσοῦσα καὶ οὐσιωδῶς ὥσπερ καὶ τῶ Πατρί. ΑΛΛΟ. Λέγων ὁ Υἱὸς τὸ, «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ,» τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύει σαφῶς, ἣν ἔχει πρὸς τὸν γεννήσαντα. Ἔχει γὰρ οὕτω τὴν ζωὴν, ὥσπερ καὶ ὁ Πατὴρ, φυσικὴν δηλονότι καὶ οὐσιώδη. Τὸ δὲ, δέδωκε, προσθεὶς, τὴν ἐξ αὐτοῦ φυσικήν τε καὶ οὐσιώδη σημαίνει πρόοδον. Οὐ γὰρ δή που δέδωκεν ὁ Πατὴρ, ὥσπερ τι τῶν αὐτῷ προσόντων ἀφελόμενος, καὶ οὐκ ἔχοντι προστεθεικὼς τῷ Υἱῷ, κατὰ σωματικὴν ἀποτομὴν ἢ διάστασιν τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερον, ἢ τοπικῶς ἢ διαιρετικῶς νοουμένην. Ἀλλ' ὥσπερ δίδωσι τὸ φυτὸν τῷ ἐξ αὐτοῦ προελθόντι καρπῷ τὴν αὐτῷ κατὰ φύσιν προσοῦσαν ποιότητα φορεῖν, οὕτως ὁ Υἱὸς εἰληφέναι παρὰ Πατρὸς τὰ αὐτῷ προσόντα νοεῖται, πάντα ὢν ὅσα καὶ ὁ Πατὴρ, δίχα μόνου τοῦ εἶναι Πατήρ. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Εἰ ζωὴ, φασὶ, κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὡς ὑμεῖς φιλονεικότερον ἐνιστάμενοι λέγετε, πῶς ἀληθεύσει λέγων ὁ Παῦλος περὶ τοῦ Πατρός· «Ὁ μόνος ἔχων ἀθανασίαν;» Εἰ γὰρ ἔχει καὶ ὁ Υἱὸς, οὐ μόνος ἔχει ὁ Πατήρ· εἰ δὲ μόνος ἔχει, οὐχ ἕξει δηλαδὴ καὶ ὁ Υἱός. Πρὸς τοῦτο λύσις. Πολλὰ προσεῖναι λέγεται μόνῳ τῷ Πατρὶ, καὶ εἰ τούτων ἔσται πάντων οὐκ ἔρημος ὁ Υἱός. Ἐπειδὴ γέγραπται, Μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ἔστω μὴ ἀληθινὸς ὁ Υἱὸς, νόθος δὲ ὥσπερ τις καὶ ψευδώνυμος ἐπίκτητον ἔχων τὸ εἶναι Θεός. Καὶ πῶς ὡς τοῦτο κατὰ φύσιν ὢν προσκυνεῖται παρά τε ἡμῶν καὶ ἀγγέλων, τοῦ θείου νόμου διαῤῥήδην λέγοντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις;» Πῶς δὲ φυλάξομεν τὸ, «Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος;» Εἰ γὰρ μόνος κατὰ φύσιν Θεὸς ὁ Πατὴρ, καὶ διὰ τὸ οὕτω λέγεσθαι τοῦ εἶναι φύσει