Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.240
Not analysed yet
Θεὸν ἐκβάλλει τὸν Υἱὸν, πρόσφατος ἄρα καὶ νέος τις ὥσπερ ἐπεισαχθήσεται παρὰ τὸν ὄντα ἐξ ἀρχῆς καὶ κατὰ φύσιν. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν οὐ διὰ τὸ λέγεσθαι μόνον ἀθανασίαν ἔχειν τὸν Πατέρα, τῶν ἐναντίων ἔσται δεκτικὸς ὁ Υἱὸς, ἀλλ' ὡς τρεχούσης εἰς τὸ γέννημα φυσικῶς τῆς πατρικῆς ἰδιότητος, τοῦτο καὶ αὐτὸς ὑπάρχων κατ' οὐσίαν νοηθήσεται, ὅπερ ἂν εἴη καὶ ὁ γεννήσας αὐτόν. ΑΛΛΟ. Πολλὰ προσεῖναι λέγεται τῷ Πατρὶ πλεονεκτήματα. Ἀλλ' εἰ τούτων ἔσται γυμνὸς ὁ Υἱὸς, λέγει δέ που Παῦλος, «Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,» οὔτ' ἄφθαρτος, οὔτε ἀόρατος, οὔτε σοφὸς ἔσται, καθ' ὑμᾶς. Ἀλλ' ἔχει τὴν ἀσέβειαν ἄμετρόν τινα τὸ οὕτω νοεῖν. Πῶς γὰρ ἔσται φθαρτὸς ὁ τῆς ἀφθαρσίας χορηγός; Ἢ πῶς ὁραθήσεται Θεοῦ φύσις; Ἢ πῶς ἄσοφον εἶναι νομιοῦμεν τὸν Υἱὸν, περὶ οὗ γέγραπται ὅτι δὴ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία ἐστίν;» Ὥρα γὰρ λέγειν ἄσοφον εἶναι τὴν σοφίαν τοῦ Θεοῦ. Οὐκοῦν οὐκ ἀποστερήσει τὸν Υἱὸν τὸ εἶναι ταῦτα φυσικῶς, ἅπερ ἂν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ' αὐτοῦ μόνον τάττοιτο. Φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως. ΑΛΛΟ. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἔχει πάντως τοῦτο καὶ ὁ Υἱός. Ἀληθεύει γὰρ λέγων· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» ΑΛΛΟ, τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, πῶς ἀληθεύσει λέγων· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν;» Ἀλλ' οὐκ ἂν ψεύσαιτο ἡ ἀλήθεια, ἔσται δηλονότι ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ἄλλως τὸ αὐτό. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἀλλ' ἐπείσακτον ἔχει τὸ εἶναι τοῦτο, πῶς ἀληθεύσει λέγων πρὸς τὸν Πατέρα, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά;» Ἢ γὰρ ἕξει κατὰ φύσιν τὸ εἶναι ζωὴ καὶ αὐτὸς, ὅπερ ἐστι τοῦ Πατρός. Ἢ εἰ μὴ τοῦτο, τοῦ δὲ Πατρός ἐστι τὰ αὐτοῦ, ἐπεὶ μὴ κατὰ φύσιν ἐστὶ ζωὴ ὁ Υἱὸς, οὐκ ἔσται τοῦτο καὶ ὁ Πατήρ. Ἀλλὰ τοῦτο ἄτοπον. Φύσει γὰρ ὁ Πατὴρ ζωὴ, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ. Εἰ χαρακτὴρ ἀπαράλλακτος τῆς τοῦ Πατρὸς ὑποστάσεώς ἐστιν ὁ Υἱὸς, φορέσει φυσικῶς καὶ τὸ εἶναι ζωὴ, ἵνα μὴ παραχαράττηται τοῦ Πατρὸς ὁ χαρακτήρ ΑΛΛΟ. Φησί που Χριστὸς πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ὁ