Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.252
Not analysed yet
Ἀπόδειξις ἐξ ἐπιτηρήσεων γραφικῶν, ὅτι ὡς Θεὸς οὐδὲν τῶν κτισμάτων προσκυνεῖται· οὔτε μὴν προσκυνούμενα ἀνέχεται προσκυνεῖσθαι ἢ δοξολογεῖσθαι. Ὁ μακάριος Πέτρος προσκυνοῦντα τὸν Κορνήλιον, διακωλύει λέγων· «Μὴ ποίει· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι.» Ἐκώλυσεν ἄγγελος προσκυνοῦντα τὸν Ἰωάννην ἐν τῇ αὐτοῦ Ἀποκαλύψει, λέγων· «Ὅρα μὴ σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν φυλασσόντων τοὺς λόγους τοῦ βιβλίου τούτου.» Τὸν Μανωὲ τοῦ Σαμψὼν τὸν πατέρα θυσίαν προσάγοντα, κεκώλυκεν ὁ ἄγγελος λέγων· «Καὶ ἐὰν ποιήσῃς ἔριφον, Κυρίῳ ποιήσεις αὐτόν.» Περὶ δὲ τοῦ Υἱοῦ γέγραπται· «Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ἐν τῷ Ἡσαΐᾳ γέγραπται πάλιν· «Καὶ ἐν σοὶ προσκυνήσουσι, καὶ ἐν σοὶ προσεύξονται. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.» Εἴη δ' ἂν εἰκότως τῶν ἐξ ἐθνῶν κεκλημένων ἡ τοιαύτη φωνὴ λοιπὸν ἐπεγνωκότων Θεόν. Εἰ δὲ τὸν Υἱὸν ἐπιγνόντες, Θεὸν ἐπέγνωσαν, καὶ ὡς Θεῷ προσκυνοῦσιν, οὐκ ἄρα κτίσμα ἐστὶν, ἵνα μὴ πάλιν κτίσματι λατρεύῃ τὰ ἔθνη παρὰ τὸν κτίσαντα. ΑΛΛΟ. Λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Χριστός· «Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.» Εἶτα λέγει πρὸς αὐτὸν ὁ Θωμᾶς· «Ὁ Κύριός μου, καὶ ὁ Θεός μου,» καὶ οὐκ ἀπεκώλυσε ταῦτα λέγοντα τὸν μαθητὴν ὡς οἱ ἄγγελοι τοὺς ἁγίους. Καὶ ὁ Ψαλμῳδός· «Ὁ θρόνος σου, ὁ Θεὸς, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἀλλ' εἴπερ ἦν κτίσμα καὶ αὐτὸς, οὐκ ἂν προσεκυνήθη, οὐκ ἂν ἐκλήθη Κύριος, οὐκ ἂν ἠνέσχετο ἀκούων τινὸς λέγοντος· Σὺ εἶ ὁ Θεός μου. Ἐπειδὴ δὲ κατὰ φύσιν ταῦτά ἐστιν, ἔχων τὰ τοῦ Πατρὸς ὡς Υἱὸς καὶ γνήσιον γέννημα, καὶ ἀποδέχεται τοὺς τὰ τοιαῦτα λέγοντας, ὡς ὁμολογοῦντας τὸ ἀληθές. ΑΛΛΟ. Ἀντίθεσις ἀπὸ τῶν Ἀρείου δογμάτων, αἰτίαν ἔχουσα τοῦ πεποιῆσθαι τὸν Υἱὸν, ὡς αὐτοὶ νομίζουσιν ἀληθῆ, καὶ λύσις ἐφεξῆς μετὰ πιθανότητος συλλογισμῶν. Βουλόμενος, φασὶν, ὁ τῶν ὅλων Θεὸς τὴν τῶν γενητῶν ὑποστῆσαι φύσιν, ἐπεὶ μὴ ἠδύνατο χωρεῖν αὕτη τὴν ἄκρατον αὐτοῦ δύναμιν, κτίζει πρῶτον τὸν Υἱὸν, ὃν καὶ Λόγον ὠνόμασεν· ἵνα δι' αὐτοῦ τἄλλα γένηται μέσου γενομένου χωρεῖν ἰσχύοντα τὴν αὐτοῦ μόλις δύναμιν. Ἄλλως τε ἦν ἄτοπον τὴν ἄφατον τοῦ Θεοῦ δύναμιν μέχρι τῶν οὕτως ἐλαχίστων φθάσαι, καὶ ἀσχολεῖσθαι καὶ περὶ τὰ οὕτω μικρά. Πρὸς τοῦτο λύσις. Εἰ ἀφόρητος ἦν ἡ τοῦ Θεοῦ δύναμις τῇ τῶν γενητῶν φύσει, πῶς αὐτὴν ἤνεγκεν ὁ Υἱὸς, γενητὸς ὢν καὶ αὐτὸς καὶ ἐξ οὐκ ὄντων, καθ' ὑμᾶς; Πῶς δὲ ὑπέμεινε τὴν ἄκρατον αὐτουργίαν τοῦ Πατρὸς κτίσμα ὑπάρχων, ὥς φατε· Ἀνάγκη γὰρ ἢ τούτου δυνηθέν-