Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.249
Not analysed yet
προσκυνοῦσιν ὁ προσκυνούμενος, ἐν τοῖς δοξολογοῦσιν ὁ δοξολογούμενος; Πολὺ γὰρ ἐν τούτῳ τὸ μεταξὺ καὶ διάφορον, καὶ τὸ ἑκάστῳ πρέπον διορίζον σαφῶς. ΑΛΛΟ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πάντα δὲ ὁ Πατὴρ ἐργάζεται δι' αὐτοῦ, αὐτὸς ἑαυτὸν ἄρα ποιεῖ καὶ κτίζει· ἀλλ' ἔστι τοῦτο νοεῖν τῶν ἀτοπωτάτων. Πῶς γὰρ τὸ μήπω, καθ' ὑμᾶς, ὂν, ἑαυτὸ ποιήσει; Οὐκοῦν οὐ κτίσμα ἐστὶν, οὐδὲ ποίημα, ἀλλὰ μᾶλλον τῆς τοῦ Πατρὸς οὐσίας καρπὸς, ἔχων ὡς Θεὸς τὸ δύνασθαι κτίζειν καὶ ποιεῖν. ΑΛΛΟ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς ἐν αὐτῷ κείσεται τὸ δύνασθαι κτίζειν, καὶ εἰς τὸ εἶναι παράγειν ἐξ οὐκ ὄντων τὰ ποιήματα; Εἰ γὰρ ὅλως ἐνδέχεται φύσιν γενητὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἔσται δυνάμει δημιουργὰ καὶ τὰ ἄλλα ποιήματα, καὶ εἰ μήπω τοῦτο διὰ τῆς ἐνεργείας ὁρᾶται· ὥσπερ ἀμέλει καὶ ὁ παῖς ὁ βραχεῖαν ἄγων ἔτι τὴν ἡλικίαν, δυνάμει μὲν σπερματιστὴς, καθὸ καὶ ἀνήρ ἐστιν, οὔπω δὲ τῇ ἐνεργείᾳ. Τὸ δὲ ἔχον τι πεφυκὸς, οὐκ ἂν λέγοιτο μὴ ἔχειν, εἰ καὶ μήπω τοῦτο φαίνεται κρυπτομένης ἔτι τῆς φυσικῆς ἐνεργείας, διά τινα πρόφασιν, ἢ διὰ τὸν χρόνον. Οὐκοῦν ἔσται δημιουργὰ καὶ τὰ ἄλλα ποιήματα, καὶ τὸ περιττὸν οὐδὲν ἐν Θεῷ. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐδὲν γὰρ τῶν ποιημάτων δημιουργεῖ. Οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ἐγένετο, ἵνα μὴ τὸ αὐτὸ φαίνηται ποιοῦν καὶ ποιούμενον, κτίζον καὶ κτιζόμενον· Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ καὶ Πατρός. ΑΛΛΟ, μετὰ συμπλοκῆς ἑτέρου συλλογισμοῦ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς αὐτὸς μόνος ἀποκαλύπτει τὸν Πατέρα, τῶν ἄλλων κτισμάτων οὐκ ἐχόντων τοῦτο ποιεῖν; Πῶς δὲ μόνος ὁ Υἱὸς γινώσκει τὸν Πατέρα, τῶν ἄλλων ποιημάτων οὐκ εἰδότων ὅπερ ἐστίν; «Οὐδεὶς γὰρ, φησὶ, γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.» Πῶς δὲ Θεὸν μηδενὸς ἑωρακότος πώποτε, καθά φησιν ὁ εὐαγγελιστὴς, βλέπει μόνος ὁ Υἱός; Γέγραπται γὰρ οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός; Οὐκοῦν εἰ μόνος ὁ Υἱὸς ὁρᾷ καὶ γινώσκει τὸν Πατέρα, καὶ ἀποκαλύπτει αὐτὸν, οὐκ ἄρα κτίσμα ἐστὶν, ἀλλ' ἴδιος αὐτοῦ Λόγος, ὅπερ ἐστὶν αὐτὸς κατὰ φύσιν· τοῦτο ὑπάρχειν εἰδὼς καὶ τὸν ὅθεν ἐβλάστησε, Πατέρα, καὶ ἐν ἑαυτῷ δεικνύων αὐτὸν, καίτοι τῶν ἄλλων κτισμάτων οὐ δυναμένων τοῦτο ποιεῖν. Οὐ γὰρ ἐν τοῖς ποιήμασιν ἡ τοῦ ποιοῦντος ὁμοιότης σώζεται, οὐδὲ ἐν τοῖς γενητοῖς ὁ ἀγέννητος, οὐδὲ ἐν τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρηγμένοις ὁ ἀεὶ καὶ ὡσαύτως ὢν ὁραθήσεται. Φαίνεται δὲ ἐν Υἱῷ· ἔστι γὰρ εἰκὼν ἀπαράλλακτος αὐτοῦ. Ὅμοιος οὖν κατ' οὐσίαν ἐστὶ τοῦ Πατρὸς, οὐ κτίσμα καὶ ποίημα. Ἐπειδὴ τούτων οὐδέν ἐστιν ὁ Πατὴρ, πρὸς ὃν καὶ μεμόρφωται.