Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.256
Not analysed yet
Λύσις ἐφεξῆς. Εἰ πᾶν ὅπερ ἄν τινι φαίνοιτο συμβεβηκὸς, καὶ οὐκ ἐν τῇ φύσει κείμενον, ἐπικτηθὲν δέ πως κατά τινα τρόπον, τοῦτο καὶ ἀποσυμβῆναι δύναταί ποτε, οὕτω φύσεως ἔχοντος ἀεὶ τοῦ συμβεβηκότος, ἀποσυμβήσεταί ποτε τοῦ Υἱοῦ τὸ εἶναι δημιουργόν. Καὶ ἔσται τοῦ ἀξιώματος ἔρημος, ἀποβαλὼν ὅπερ ἔμαθεν. Ὁ γὰρ ὅλως ἐκ τοῦ μὴ εἰδέναι τι πρὸς τὸ εἰδέναι κεκλημένος, δέξεταί ποτε καὶ τῆς λήθης τὸ πάθος. ΑΛΛΟ Τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν τὰ κτίσματα, οὐ τέχνης ἔργον ἐστὶν, ἀλλὰ δυνάμεως δημιουργικῆς. Τέχνη μὲν γὰρ τὰ ὄντα πρὸς ἕτερόν τι μετασκευάζει· δημιουργικὴ δὲ δύναμις τὰ μὴ ὅντα πρὸς τὸ εἶναι καλεῖ. Εἰ τοίνυν ἀπὸ τέχνης καὶ μαθήσεως εἶναι δύναται δημιουργὸς ὁ Υἱὸς, ὁράτωσαν τί ποτε ἄρα καὶ περὶ τοῦ Πατρὸς ἐροῦσιν, εἴ τις καὶ ἐπ' αὐτοῦ ταῦτα λέγοι· Ἀλλ' ἐρεῖς, ὅτι φύσει μὲν ὁ Πατὴρ, διδακτὸς δὲ ὁ Υἱός. Ἔξεστιν οὖν διδακτῶς κτήσασθαί τινα τὴν φυσικὴν ἐνέργειαν τοῦ Θεοῦ, καὶ μαθόντα κτίζειν γενέσθαι τοῦτο ὅπερ ἐστὶ κατὰ φύσιν αὐτός. Οὐδὲν οὖν ἄρα τὸ μεταξὺ Θεοῦ καὶ κτισμάτων, εἰ μὴ γνῶσις περιττὴ, καὶ φύσει μὲν πρὸς αὐτὸν οὐ διῃρήμεθα, μόνῃ δὲ τῇ γνώσει λειπόμεθα· ἧς προστεθείσης, ἐσόμεθα πάντες κατὰ φύσιν θεοί. Πῶς οὖν εἷς Θεὸς, εἰ ἐν μόνῳ τῷ μαθεῖν κεῖται τὸ γενέσθαι θεούς; Εἰ δὲ πολλή τίς ἐστιν ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία, φυσικῶς ἄρα δημιουργὸς ὁ Υἱὸς, οὐ διδακτῶς, καθ' ὑμᾶς. ΑΛΛΟ. Ἕτερόν τί ἐστι σοφία, καὶ ἕτερον ὁ σοφός· ἡ μὲν γὰρ σοφία αὐτὸ τὸ πρᾶγμα τὸ σοφοῦν ἐστιν, ὁ δὲ σοφὸς ὁ τοῦ σοφοῦντος δεκτικός. Εἰ τοίνυν σοφίαν ἑαυτὸν εἶναί φησιν ὁ Υἱὸς, πῶς ἐσοφοῦτο; Εἰ γὰρ ὅλως ἐδεῖτο μαθήσεως, οὐκ ἦν σοφία. Καὶ εἰ συμβέβηκεν αὐτῷ τὸ σοφὸν, ἔσται ποτὲ καὶ οὐ τοιοῦτος, τοῦ συμβεβηκότος καὶ ἀποσυμβῆναι δυναμένου. Τί οὖν ἦν ἄρα πρὸ τούτου; σοφία γὰρ οὐκ ἦν, λειπόμενος φρονήσεως. Ἀλλ' ἦν ἀεὶ σοφία ὁ Υἱός. Τοῦτο γὰρ κηρύττουσιν αἱ θεῖαι Γραφαί. Διεψευσμένον ἄρα καὶ ἀμαθὲς τὸ ἐκ μαθήσεώς τι προσγεγονέναι λέγειν αὐτῷ. ΑΛΛΟ. Εἰ διδακτόν ἐστι τὸ δύνασθαι δημιουργεῖν, καὶ οὕτω γέγονε δημιουργὸς ὁ Υἱὸς, φθόνου πάθος εἰσάγουσι γεγονὸς πρὸς τὸν Πατέρα, εἴ γε πολλοὺς διδάξαι δυνάμενος, ἕνα μόνον ἐδίδαξε. Τί γὰρ ἐλύπει πολλοὺς περὶ αὐτὸν εἶναι δημιουργοὺς, ὥσπερ οὖν καὶ πολλοὺς ἀρχαγγέλους καὶ ἀγγέλους ἔχει; Νῦν δὲ μόνος ὁ Υἱὸς τὰ τοῦ Πατρὸς ἐργάζεται. Φυσικὸν οὖν ἄρα καὶ οὐ διδακτὸν ἐν αὐτῷ τὸ δημιουργεῖν, ἵνα καὶ φθόνου φαίνηται κρείττων ὁ Πατὴρ, οὐ διδάξας μᾶλλον, ἀλλὰ γεννήσας ἐξ ἑαυτοῦ τὸν ἕνα δημιουργὸν, δι' οὗ τὰ πάντα ἐργάζεται.