Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.257
Not analysed yet
ΑΛΛΟ, πιθανὸν ἔχον τὸ σχῆμα. Εἰ διὰ τοῦτο, καθ' ὑμᾶς, τὸν Υἱὸν ἔκτισεν ὁ Πατὴρ, ἵνα τῆς γενητῆς φύσεως εὑρεθῇ ποιητὴ, ἐχρῆν αὐτὸν ἀργῆσαι λοιπὸν ἅπαξ τοῦ Υἱοῦ γενομένου. Πῶς οὖν ἐργάζεται καὶ μετὰ τὸν Υἱόν; Αὐτὸς γάρ που τοῦτό φησιν ὁ Σωτήρ· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Εἰ τοίνυν ἐργάζεται καὶ μετὰ τὸν Υἱὸν, περιττὸς ἂν εἴη καθ' ὑμᾶς ὁ Υἱός. Ἀλλὰ τοῦτο ἄτοπον φρονεῖν τε καὶ λέγειν. Οὐκ ἄρα παρήχθη πρὸς τὸ εἶναι γενητὸς ὁ Υἱὸς, ἵνα τῶν ἄλλων γένηται ποιητὴς, ἀλλ' ἐκ τῆς ἀῤῥήτου τοῦ Πατρὸς οὐσίας προελθὼν, ὡς Υἱὸς, πάντα τὰ τοῦ Πατρὸς μετὰ τοῦ Πατρὸς ἐργάζεται, φυσικῶς ὑπάρχων τοῦθ' ὅπερ ἐστὶ, Θεὸς δηλονότι, καὶ διὰ τοῦτο δημιουργός. ΑΛΛΟ. Εἰ τῷ θείῳ βουλήματι, κατὰ τὴν θείαν Γραφὴν, ἀνθέστηκεν οὐδεὶς, ἀλλ' ἐξαρκεῖ τοῦτο καὶ μόνον, πρὸς τὴν τῶν ὅλων σύστασιν· ἅμα γὰρ ἠθέλησέ τι, παραχρῆμα γίνεται, κατὰ τὸν λέγοντα Ψαλμῳδόν· «Πάντα ὅσα ἠθέλησεν ἐποίησε,» τίς ἦν ἡ τοῦ μεσιτεύοντος χρεία; Περιττῶς ἄρα γέγονεν ὁ Υἱός. Ἀλλὰ τοῦτο λέγειν τῶν ἀτοπωτάτων. Αὐτὸς ἄρα ἐστὶν ἡ ἐνούσιος καὶ ζῶσα τοῦ Πατρὸς βούλησις, δι' ἧς τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ. Εἶτα πῶς αὕτη πεποίηται; Πῶς δὲ ὅλως οὐκ ἦν ἐκείνων εἰπεῖν; ΑΛΛΟ, καὶ δριμύ. Εἰ διὰ τοῦτό φασιν ἐκτίσθαι τὸν Υἱὸν, ἵν' ἡμᾶς δημιουργήσῃ Θεὸς δι' αὐτοῦ, ὁράτωσαν εἰς ὅσην ἀσέβειαν αὐτοῖς ὁ λόγος ἐκβήσεται. Φαίνεται γὰρ αὐτὸς δι' ἡμᾶς γεγονὼς, καὶ οὐχ ἡμεῖς δι' αὐτόν. Καὶ ἡμεῖς μὲν ποίημα, αὐτὸς δὲ ποιήσεως ὄργανον. Οὐκοῦν ὁμολογείτω μὲν αὐτὸς καὶ χάριν ἡμῖν· ὑπέστη γὰρ δι' ἡμᾶς. Ἔσται δὲ ἡμῶν καὶ δόξα, ὥσπερ καὶ ἡ γυνὴ τοῦ ἀνδρός· «Ἡ γὰρ γυνὴ, φησὶ, δόξα ἀνδρός ἐστι·» καὶ γείτονα τίθησι τὴν αἰτίαν, λέγων· «Οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.» Εἰ τοίνυν δι' ἡμᾶς γέγονεν ὁ Υἱὸς, καὶ οὐχ ἡμεῖς δι' αὐτὸν, ἐσόμεθα πάντως αὐτοῦ τελειότεροι, ὥσπερ οὖν καὶ Ἀδὰμ τῆς γυναικὸς τῆς δι' αὐτὸν γενομένης. Ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐδὲ γέγονε δι' ἡμᾶς· ἀλλὰ φύσει Θεὸς ὑπάρχων, ὡς ὁ Πατὴρ, τῇ οἰκείᾳ δυνάμει καὶ ἡμᾶς εἰς τὸ εἶναι παρήγαγεν. ΑΛΛΟ, καὶ δριμύ. Εἰ γέγονεν ὁ Υἱὸς δι' ἡμᾶς, καθάπερ ἐκεῖνοί φασιν, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν παρὰ Θεῷ· οὐ γὰρ ἐκεῖνον ἔχων εἰς νοῦν, ἡμᾶς ὕστερον ἐργάζεται δι' αὐτὸν, ἀλλὰ τὰ περὶ ἡμῶν ἐννοήσας, ἐκεῖνον ἐργάζεται δι' ἡμᾶς. ΑΛΛΟ. Εἰ δι' ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, οὐ πάντως ἐκ προαιρέσεως τοῦτο ποιεῖ, ἀλλ' ὡς ἐξ ἀνάγκης δι'