Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.284
Not analysed yet
»ἔκτισε·» δηλοῖ δὲ μᾶλλον τὸν τῆς ἐπιδημίας καιρὸν, καθὸ σὰρξ γεγονὼς, ἐκτίσθαι λέγεται. Τότε γὰρ καὶ ὁλόκληρα ποιήσας τὰ ἔργα τοῦ Πατρὸς, καὶ ἀποκαταστήσας εἰς τὸ ἀρχαῖον τὴν ἀνθρώπου φύσιν, παρέστησεν ἑαυτῷ τὴν Ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἁγίαν καὶ ἄμωμον· καὶ γεγόναμεν ἐν αὐτῷ καινὴ κτίσις, οὐκέτι φοροῦσα τὸ ἀτελὲς διὰ τὴν παράβασιν καὶ τὴν ἐκ τῆς ἁμαρτίας νέκρωσιν, ἀλλὰ λοιπὸν ἀπολαβοῦσα τὸ τέλειον διὰ τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Οὐκοῦν ἄνθρωπος διὰ ταῦτα γενόμενος, εἰκότως ἂν λέγοι τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» ΑΛΛΟ, εἰς τὸ, «Κύριος ἔκτισέ με,» ὅτι οὐ κτίσμα, οὐδὲ ποίημα ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ εἰς τὸ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.» Εἰ κτίσμα ἐστὶ, καθ' ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος, ὦ πάσης ἀσεβείας εὑρεταὶ, πῶς Θεῷ κολλώμεθα καὶ θεοποιούμεθα συναφθέντες αὐτῷ; Πῶς δὲ μεσίτης ἐστὶ Θεοῦ καὶ ἀνθρώπων ὁ Χριστός; Ἅπτεται μὲν γὰρ ἡμῶν, καθὸ γέγονεν ἄνθρωπος. Εἰ δὲ κτίσμα ἐστὶ καὶ οὐ Θεὸς, πῶς ἅψεται Θεοῦ; Ποῖος αὐτὸν ἐκείνῳ συνάψει τρόπος; Τὰ γὰρ ἀνόμοια κατὰ τὴν οὐσίαν οὐκ ἂν ἀλλήλοις φυσικῶς συναφθείη ποτέ. Πῶς δὲ, εἰ κτίσμα ἐστὶ, δι' αὐτοῦ σεσώσμεθα, τῆς θείας λεγούσης Γραφῆς· «Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς;» Πῶς δὲ εἰς αὐτὸν πιστεύοντες δικαιούμεθα, εἴπερ κτίσμα ἐστί; Πῶς δὲ τὸ. «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» λύεται δι' αὐτοῦ; Οὐ γὰρ ἦν ἔργον κτίσματι πρέπον, ἀνατρέπειν τὴν παρὰ Θεοῦ δοθεῖσαν ἀπόφασιν. Πῶς δὲ πάλιν, εἰ κτίσμα ἐστὶν, ἀναιρεῖ τὴν ἁμαρτίαν, λέγοντος τοῦ προφήτου περὶ αὐτοῦ· «Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;» Πῶς δὲ, εἰ κτίσμα ἐστὶν, ἠδύνατο λέγειν· «Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ;» καὶ γοῦν ἠλευθέρωσεν ὡς τοῦ Πατρὸς κληρονόμος, καὶ οὐ ποίημα ὑπάρχων, κατὰ τὴν τῶν θεομάχων μανίαν. ΑΛΛΟ. Εἰ κατὰ μίμησιν τοῦ κατὰ φύσιν Υἱοῦ καὶ οἱ κατὰ θέσιν υἱοὶ καλοῦνται, ἀνάγκη πᾶσα τὸν κατὰ φύσιν ἕτερον εἶναι παρ' αὐτοὺς καὶ κατὰ τὴν οὐσίαν ἐξηλλαγμένον. Εἰ τοίνυν οἱ κατὰ θέσιν υἱοὶ κτίσματα, ὁ κατὰ φύσιν οὐκ ἔσται κτίσμα ἢ ποίημα, ἵνα μὴ ὁ αὐτὸς ὑπάρχῃ τοῖς κατὰ θέσιν. ΑΛΛΟ. Εἰ, καθ' ὑμᾶς, ὦ Ἀρειανοὶ, κτίσμα ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν ποίᾳ γέγονεν ἄρα σοφίᾳ; ποία δὲ χεὶρ ἡ καὶ αὐτὸν μετὰ τῶν ἄλλων δημιουργήσασα; Γέγραπται γὰρ, ὅτι «Πάντα ἐν σοφίᾳ ἐποίησας.» Καὶ αὐτὸς δέ πού φησιν ὁ Θεός·» Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα.» Καὶ εἰ πάντα ἐν σοφίᾳ καὶ χειρὶ γέγονε Θεοῦ, αἱ δὲ θεῖαι. Γραφαὶ περὶ τοῦ Θεοῦ Λόγου βοῶσιν, ὅτι «Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐ-