Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.281
Not analysed yet
τὴς τοῦ Θεοῦ Λόγος, κτίζεται δὲ εἰς αὐτὰ, οὐ τῆς οὐσίας αὐτοῦ δηλωτικὸν ἂν εἴη τὸ «ἔκτισε·» σημαίνει δ' ἂν εἰκότως τὴν ἐνανθρώπησιν ὅτε πρὸς ἐπανόρθωσιν τῶν ἔργων τοῦ Πατρὸς γέγονε σάρξ. Καὶ διὰ τοῦτό φησι· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. ΑΛΛΟ, ὡς ἐν ἐπιτομῇ. Ἐκτίσθαι φησὶν ἑαυτὸν εἰς ἀρχὴν ὁδῶν. Καὶ ποίων ἆρα, μαθήσῃ διὰ τῶν ἐφεξῆς. Πρῶτον μὲν τὰς ἀρετὰς ἐξαριθμούμενος, ἃς πρῶτος ποιήσας ἐδίδαξε καὶ ἡμᾶς· «Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες·» καὶ, «Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει.» —»Ὁ νόμος φησίν· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ἐπιθυμήσεις,» καὶ ὅσα πρὸς τούτοις ἐν τοῖς εὐαγγελικοῖς κεῖται κηρύγμασι. Ταῦτα γὰρ ἤρξατο μὲν ἐν πρώτῳ Χριστῷ, τρέχει δὲ ἐφεξῆς εἰς ἡμᾶς. Διὰ τοῦτό φησιν· «Ἐγώ εἰμι ἡ θύρα, Ἐγώ εἰμι ἡ ὁδός.» Ἀρχὴ τοιγαροῦν τῶν τοιούτων ἡμῖν ἔργων γενόμενος, ὅτε διὰ τοῦτο τὴν ἡμῶν σάρκα περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, εἰκότως ἂν λέγοι· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Τὸν αὐτὸν δὲ τοῦτον ἐφαρμόσεις λόγον καὶ τῇ ἐκ νεκρῶν ἀναστάσει, καὶ τῇ εἰς ἀφθαρσίαν τῆς σαρκὸς μεταβολῇ, καὶ τῇ ἀνόδῳ τῇ εἰς οὐρανούς. Καὶ τούτων γὰρ ἡμῖν γέγονεν ἀρχὴ, καὶ διὰ ταῦτα κτίζεται. ΑΛΛΟ. Ἀπέθανε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστός. Ὥσπερ οὖν τεθνηκότος τοῦ σώματος αὐτὸς τοῦτο λέγεται παθεῖν, καίτοι τὴν φύσιν ἀθάνατος ὢν, οὕτω κτιζομένου τοῦ σώματος, αὐτὸς ἑαυτὸν κτίζεσθαι λέγει, καίτοι τὴν οὐσίαν ἄκτιστος ὤν. Αὐτοῦ γὰρ οὔσης καὶ οὐχ ἑτέρου τινὸς τῆς σαρκὸς, ἰδιοποιεῖται τὰ εἰς αὐτὴν συμβαίνοντα. ΑΛΛΟ. Ἔργον τῶν ἐπὶ τῆς γῆς τὸ κάλλιστον ἄνθρωπος, ὃς δὴ τέλειος γεγονὼς, ἀτελὴς εὑρέθη διὰ τὴν παράβασιν, πεσὼν μὲν ἐξ ἀθανασίας εἰς θάνατον, ἐξ ἀφθαρσίας δὲ εἰς φθοράν. Ἐπεὶ τοίνυν ἕν τι τῶν ἀτοπωτάτων ἐφαίνετο, καὶ ἧν ὄντως αἰσχρὸν μέχρι παντὸς ἀτελὲς διαμεῖναι τὸ ἔργον τοῦ Θεοῦ, ἀναγκαίως ὁ τοῦ Θεοῦ Λόγος, ὁ τέλειος τὸν ἀτελῆ ἄνθρωπον περιεβάλετο· καὶ διὰ τοῦτό φησιν εἰς τὰ ἕργα κτίζεσθαι, ἵνα τελειώσῃ αὐτὰ, ἵνα πάλιν αὐτοῖς τὴν τελειότητα περιθήσῃ, τὸ λεῖπον τῷ ἀνθρώπῳ πληρώσας δι' ἑαυτοῦ. Καὶ γοῦν ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω.» Καὶ πάλιν· «Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ.» Εἰ τοίνυν ὅτε γέγονεν ἄνθρωπος, τότε τὰ ἔργα τελειοῖ, καὶ εἰς αὐτὰ κτίζεται, πρόδηλον δήπουθεν ὅτιπερ οὐ τῆς οὐσίας τοῦ Λόγου σημαντικὸν ἂν εἴη τὸ,