Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.288
Not analysed yet
Εἰ δὲ τῷ Υἱῷ κάμπτει πᾶν γόνυ, οὐκ ἂν εἴη τῶν καμπτόντων εἷς, ἀλλ' ἕτερος παρ' αὐτά. Καὶ πάλιν γέγραπται· «Ὅτι πᾶσα ἡ κτίσις συστενάζει, καὶ συνωδίνει ἄχρι τοῦ νῦν, ἀπεκδεχομένη τὴν ἀπολύτρωσιν τῶν υἱῶν τοῦ Θεοῦ.» Εἰ δὲ στενάζει μὲν ἡ κτίσις, καὶ ἀπεκδέχεται τὴν ἀπολύτρωσιν καὶ τὴν ἐλευθερίαν τῶν υἱῶν τοῦ Θεοῦ, οὔτε δὲ στενάζων ὁ Υἱὸς φαίνεται, οὔτε τὴν υἱοποιΐαν ἐκδέχεται ἢ τὴν ἐλευθερίαν, ἀλλ' αὐτός ἐστιν ὁ τὴν ἐλπίδα τῆς κτίσεως ἀποπληρῶν, καὶ εἰς υἱοθεσίαν τοὺς στενάζοντας καλῶν, καὶ ὁ τῆς ἐλευθερίας δοτήρ· οὐκ ἄρα ἐν τοῖς πᾶσίν ἐστιν, οὐδὲ ἐν τῇ κτίσει καταριθμηθήσεται· ἀλλ' ἕτερός ἐστι παρ' αὐτὴν, καθὰ μὲν ὡς κτίσματα στενάζει τοῦ βοηθοῦντος δεόμενα· ὁ δὲ, ὡς Υἱὸς, ἐλευθεροῖ πάντα τῷ τῆς δουλείας δεσμῷ συνεχόμενα. Εἰς τὸ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.» Γέγραπται· «Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν.» Εἰ τοίνυν θεμελιοῖ μὲν ἡ σοφία τὴν γῆν, αὕτη δέ ἐστιν ἡ πάντων ἀσφάλεια (μένει γὰρ ἑδραία δι' αὐτὴν), κατὰ τίνα τρόπον ἡ θεμελιοῦσα θεμελιοῦται, παρὰ Θεοῦ, ζητητέον. Εἴρηται τοίνυν καὶ τοῦτο κατὰ τὸν ταῖς παροιμίαις πρέποντα τύπον, πλαγίως παραδηλούμενον, καὶ κεκρυμμένην ἔχον ἐν ἑαυτῷ τὴν ἀληθεστέραν διάνοιαν· τοιοῦτο γὰρ ἀεὶ τῆς παροιμίας τὸ σχῆμα. Θεμελιοῦται τοίνυν ἡ σοφία, τουτέστιν, ὁ Υἱὸς τοῦ Θεοῦ, οὐ καθὸ Λόγος ἐστὶν ἀρχὴν τοῦ εἶναι δεχόμενος, ἀλλὰ καθὸ γεγονὼς ἄνθρωπος καὶ τὴν πρὸς ἡμᾶς φορέσας ὁμοίωσιν, ἀρχὴ καὶ θεμέλιος ἡμῖν γίνεται, οἰκοδομουμένοις εἰς εὐσέβειαν διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ εἰς τὴν καινὴν κτίσιν ἀναμορφουμένοις, καθὼς γέγραπται. Λέγει γοῦν οὐχ ἁπλῶς, Ὁ Θεὸς Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μή τις τοῖς ἑτεροδοξοῦσιν ὑπάρχοι παρείσδυσις τοῦ καταψεύδεσθαι τῆς οὐσίας αὐτοῦ ὡς πεποιημένης, ἀλλ' ἀπολελυμένως, «Ἐθεμελίωσέ με.» Ὃ γὰρ ἔφασκεν ἐν τοῖς ἀνωτέρω, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» τοῦτο καὶ διὰ τοῦτο σημαίνεται. Ἐκεῖ μὲν γὰρ ἀρχὴν ὁδῶν ἑαυτὸν πεποιῆσθαί φησιν, ἐνταῦθα δὲ θεμέλιον ἐποικοδομουμένων ἐπ' αὐτῷ καταβεβλῆσθαι διϊσχυρίζεται, πολυτρόπως τὰ αὐτὰ λέγων, καὶ διὰ τῶν αὐτῶν νοημάτων ἀνακυκλώσας τὸν λόγον. Ἴσον γάρ ἐστιν εἰπεῖν ἀρχὴν καὶ θεμέλιον. Ὡς γὰρ ἐν ἐκείνοις ἀρχὴ, οὕτω καὶ ἐνταῦθα θεμέλιος τῶν ἐποικοδομουμένων ἐπ' αὑτὸν διὰ τῆς πίστεως γίνεται. ΑΛΛΟ. Λέγει που Παῦλος ἐπιστέλλων ὁ σοφώτατος· «Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.» Εἰ τοίνυν κεῖται μὲν θεμέλιος ὁ Χριστὸς, δεῖ δὲ τὰ ἐποικοδομούμενα πάντως εἶναι τοιαῦτα, ὁποῖόν περ ἂν ὑπάρχοι τὸ ὑποκείμενον (οὕτω γὰρ ἂν καὶ ἡ οἰκοδομὴ συναρμολογουμένη, καθὰ γέγραπται, πληρωθήσεται εἰς ναὸν