Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.289
Not analysed yet
ἄγιον), εὔδηλον δήπουθεν ὅτιπερ οὐ καθὸ Λόγος ἐστὶν, ἑαυτὸν τεθεμελιῶσθαί φησιν· οὐδὲν γάρ ἐστι κατὰ φύσιν τῷ Λόγῳ προσεοικὸς, οὐδ' ἂν ἁρμοσθείη τι τῶν ὄντων πρὸς ἐκεῖνον φυσικῶς· ὁ μὲν γὰρ ποιητὴς, τὰ δὲ κτίσματα· ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος καὶ ὅμοιος ἡμῶν κατὰ πάντα, χωρὶς ἁμαρτίας, θεμέλιον ἑαυτὸν καταβεβλῆσθαί φησι τῶν ἐποικοδομουμένων ἐπ' αὐτῷ, δυναμένων αὐτῷ συναρμολογεῖσθαι. Καθὸ γὰρ καὶ αὐτὸς γέγονεν ἄνθρωπος, πολλὴν ἔχει πρὸς ἡμᾶς τὴν συγγένειαν διὰ τὴν τῆς σαρκὸς φύσιν. Οὐκοῦν ἐπὶ τὴν τοῦ Σωτῆρος ἐνανθρώπησιν καὶ τοῦτο παρενεκτέον, ἵνα τὸ δύσφημον διαφύγωμεν, γεγενῆσθαι φάσκοντες, καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνειν τὴν σοφίαν τοῦ Θεοῦ. Ὅνπερ γὰρ τρόπον ἑτέροις ἄμπελον μὲν ἑαυτὸν εἶναί φησιν, ἡμᾶς δὲ τὰ κλήματα, οὐ ξένα δεικνύων, οὐδὲ ἑτερογενῆ τῆς ἀμπέλου τὰ κλήματα, ἀλλ' ἐξ ἐκείνης ὄντα κατὰ φύσιν, οὕτως ἐνταῦθα θεμέλιον ἡμῶν ἑαυτὸν εἶναί φησιν, ἵνα τῶν ἐποικοδομουμένων ἐπ' αὐτῷ τὴν πρὸς αὐτὸν ἐπιδείξῃ συγγένειαν φυσικὴν, ὅτε γέγονεν ἄνθρωπος. Τότε γὰρ καὶ κατὰ φύσιν αὐτῷ συναπτόμεθα, καὶ τῆς πρὸς αὐτὸν ὁμογενείας ἐξηρτημένοι ὥσπερ τῆς ἀμπέλου τὰ κλήματα, καρποφοροῦμεν τὴν εἰς Θεὸν εὐσέβειαν. Κεῖται τοιγαροῦν θεμέλιος μὲν ἐνανθρωπήσας ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ ἐπ' αὐτῷ καθάπερ τινὲς ἅγιοι λίθοι ἐποικοδομούμεθα, ἵνα καὶ ναὸς τοῦ ἐνοικοῦντος ἐν ἡμῖν ἁγίου Πνεύματος χρηματίσωμεν. ΑΛΛΟ. «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.» Εὔλογον οἶμαι καὶ ἀναγκαῖον αὐτῶν φαινομένων παραδειγμάτων τὰς ἀνοήτους τῶν αἱρετικῶν ἀνακόπτειν κακοδοξίας· τάχα κἂν οὕτω δυσωπηθέντες τὴν ἀλήθειαν, πρὸς τὰς δυσφημίας ἀποναρκήσωσι. Τὸ θεμελιούμενον τοίνυν, καὶ εἰς τοιαύτην τινὰ λαμβανόμενον χρείαν, οὐ πάντως τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχον φαίνεται, ὅτε καὶ εἰς θεμέλιον πέμπεται. Φέρε γὰρ εἰπεῖν, ἔστω λίθος τὸ καταπεμπόμενον καὶ ἐν τῇ γῇ κρυπτόμενον· δεῖ πρῶτον αὐτὸν ἀπό τινος πέτρας ἢ ἐξ ὄρους ἀποτμηθέντα, πρὸς τὴν τοιαύτην λαμβάνεσθαι χρείαν· καὶ πρότερόν γε ἔστιν, εἶθ' οὕτω θεμέλιος γίνεται εἰς βάθος γῆς καταχωννύμενος. Ἀλλ' εἴπερ τις τῷ καταβληθέντι λίθῳ δοίη φωνὴν, καὶ τὸν ἀνθρώπῳ πρέποντα χορηγήσειε νοῦν, εἴποι ἂν τὰ καθ' ἑαυτὸν ἐξηγούμενος, ὅτι Λίθος μὲν ἤμην εἰς πέτραν κείμενος ἢ ἐν ὄρει· νυνὶ δὲ γέγονα θεμέλιος, τὴν συνέχουσάν με γῆν περιβεβλημένος. Οὕτω πως νοήσεις εὐσεβῶς καὶ ἐπὶ τῆς τοῦ Θεοῦ σοφίας, τουτέστι, τοῦ Υἱοῦ· ἦν μὲν γὰρ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν, καθὰ γέγραπται. Ὅτε δὲ καθάπερ τις λίθος ἄνευ χειρῶν ἐξ ὄρους ἀποτμηθεὶς, τουτέστιν, ἀπὸ τῆς οὐσίας τοῦ Πατρὸς προελθὼν, καθάπερ τινὰ γῆν τὴν ἡμετέραν σάρκα περιεβάλετο, τότε καὶ τεθεμελιῶσθαί φησιν ἑαυτὸν, μονονουχὶ λέγων· Λόγον μὲ ὄντα καὶ Υἱὸν ἀληθινὸν ὁ Πατὴρ γηΐνῳ περιβέβληκε σώματι. ἵνα θεμέλιος γένωμαι καὶ ἀρχὴ τῶν ἐποικοδομουμένων εἰς