Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.292
Not analysed yet
ἐμὲ διὰ τῆς πίστεως· καὶ σύσσωμος τούτοις ἀναδειχθεὶς, δέξωμαι συναρμολογουμένους φυσικῶς καὶ συνδεσμουμένους πρὸς ἐμὲ διὰ τὴν κατὰ σάρκα συγγένειαν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, τὸ «ἐθεμελίωσέ με» εἰς τὴν μετὰ σαρκὸς ἐκλαμβάνεσθαι τοῦ Λόγου παρουσίαν, ὅπου φησὶν αὐτὸς πρὸ τοῦ αἰῶνος ἡδρᾶσθαι, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι; Εὔδηλον γὰρ ὡς πολλοῖς ὕστερον χρόνοις μετὰ τὸ γενέσθαι τόδε τὸ σύμπαν καὶ τὰ ἐν αὐτῷ, γέγονεν ἡ ἔνσαρκος οἰκονομία τοῦ Λόγου. Πρὸς τοῦτο λύσις. Πρὸς δὴ τὰ τοιαῦτα τῶν αἱρετικῶν προβλήματα, δυσχερὲς μὲν οὐδὲν ἀντιλέγειν· χρεία δὲ ὅμως τῆς τῶν ἀκροωμένων εὐλαβείας. Ὅτι μὲν γὰρ ἐπὶ τέλει τοῦ παρόντος αἰῶνος ἡ μετὰ σαρκὸς τοῦ Λόγου γέγονε παρουσία, οὐκ ἂν, οἶμαι, τὶς τῶν εὖ φρονούντων ἀρνήσαιτο. Φανερὰ γὰρ τὰ ἐν ταῖς θείαις βοώμενα Γραφαῖς. Ἀλλ' ὁ γινώσκων τὰ ἐσόμενα Θεὸς καὶ οὐχ ὅτε γίνεται τὰ πράγματα, καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς ᾔδει τὰ ἐν ἐσχάτοις συμβησόμενα καιροῖς. Διὸ δὴ τὰ ἑαυτῷ πρέποντα πράττων, οὐχ ὅτε γεγόναμεν, τότε πρῶτον περὶ ἡμῶν βουλεύεται, ἀλλὰ καὶ πρὶν γενέσθαι τὴν γῆν καὶ τοὺς αἰῶνας, ἔσχεν ἐν ἑαυτῷ τῶν καθ' ἡμᾶς τὴν γνῶσιν· καὶ προεθεμελίωσε τὸν ἑαυτοῦ Υἱὸν ὅσον εἰς τὴν οἰκείαν πρόγνωσιν, ἵνα ἡμεῖς ἐποικοδομηθέντες αὐτῷ, πάλιν ἀναστῶμεν εἰς ἀφθαρσίαν οἱ πεσόντες εἰς φθορὰν διὰ τὴν παράβασιν. ᾜδει γὰρ ὅτι νεκροὶ μὲν ἐσόμεθα διὰ τὴν ἁμαρτίαν· κεισόμεθα δὲ ἐν γῆς χώματι, καθὰ γέγραπται, διὰ τὴν ἑαυτῶν ἀπείθειαν, ἀκούοντες· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἐπειδὴ δὲ χρηστὰ περὶ ἡμῶν καὶ πάλαι προεβουλεύετο ὁ πάντων ἡμῶν ποιητής τε καὶ δημιουργὸς, προεθεώρει καὶ προώριζε τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσόμενον ἄνθρωπον, τουτέστι, τὸν ἑαυτοῦ Λόγον, ἵνα καὶ ἀρχὴ ὁδῶν καὶ θεμέλιος εὑρεθῇ, ἀνακαινιζομένης εἰς ἀφθαρσίαν τῆς ἀνθρώπου φύσεως ἐν αὐτῷ, καὶ χρηματίσῃ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, καὶ ἀναστῇ τῶν κεκοιμημένων ἀπαρχή. Ὅπερ γὰρ ὁ πάνσοφος Σολομῶν ἐν ταῖς Παροιμίαις φησί· «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» καὶ τὰ τούτοις ἐφεξῆς· τοῦτο καὶ ὁ Παῦλος σαφηνίζει πρὸς Τιμόθεον τὸν ἑαυτοῦ μαθητὴν ἐπιστέλλων ὧδε· «Συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσάν τε νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν.» Εἰ τοίνυν καὶ πρὸ τοῦ αἰῶνος, οὔπω γεγονότες δηλαδὴ, κλήσει ἁγίᾳ κεκλήμεθα κατὰ χάριν καὶ πρόθεσιν τοῦ πάντα προειδότος Θεοῦ, κεκλήμεθα δὲ ἐν Χριστῷ Ἰησοῦ,