Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.296
Not analysed yet
ρας τὴν εὐλογίαν, καὶ τῆς εἰς τὸν θάνατον καταδίκης, τὴν εἰς ζωὴν ὑπόσχεσιν, καὶ τῆς ἐκ τοῦ διαβόλου δουλείας, τῆς υἱοθεσίας τὴν ἐλευθερίαν. Ἀνατρέχει δὲ ἡ φύσις εἰς τὸ ἀρχαῖον, τὰ μεταξὺ συμβεβηκότα νικήσασα, διὰ τὴν χάριν τοῦ θεμελιώσαντος αὐτὴν ἐν ἀγαθοῖς ἐν Χριστῷ, καὶ πάλιν ἐκεῖνο γίνεται ὅπερ ἦν ἐν προγνώσει τοῦ Θεοῦ, ἐξ ἀγάπης προοριζομένη πρὸς πάντα τὰ κάλλιστα δι' Υἱοῦ. ΑΛΛΟ, ὡς ἐν ὑποδείγματι. Πῶς ἡμῖν προθεμελιοῦται ἡ τοῦ Θεοῦ σοφία πρὸ τοῦ αἰῶνος, ἀναγκαῖον ἰδεῖν. Ὥσπερ εἴ τις ἀρχιτέκτων σοφὸς οἴκου κατασκευῆς ἀρχόμενος, ἐννοήσας τε, κατὰ τὸ εἰκὸς, μή τι ἄρα καὶ πάθοι, προϊόντος τοῦ χρόνου, τῶν ὅσα πέφυκε γίνεσθαι περὶ τὰς τῶν οἰκοδομημάτων κατασκευὰς, θεμέλιον ἀῤῥαγῆ καταβάλλεται, καὶ ῥίζαν ὥσπερ ἀκλόνητον τοῖς ἔργοις ἐπινοεῖ, ἵν' εἴ τι καὶ πάθοι σωζομένην ἔχοντα τὴν ἀρχὴν, αὖθις ἐπ' αὐτῇ καὶ ἀναστῆναι δυνηθῇ· τὸν αὐτὸν δὴ τρόπον ὁ πάντων δημιουργὸς, τῆς ἡμετέρας σωτηρίας προεθεμελίωσε τὸν Χριστὸν, καὶ πρὸ τῆς τοῦ κόσμου κατασκευῆς, ἵν' ἐπειδήπερ συμβῇ πεσεῖν διὰ τὴν παράβασιν, αὖθις ἀνακτισθῶμεν ἐπ' αὐτῷ. Ὅσον μὲν οὖν εἰς βουλήν τε καὶ πρόθεσιν τοῦ Πατρὸς, καὶ πρὸ τοῦ αἰῶνος θεμελιοῦται Χριστός· τὸ δέ γε ἔργον οἰκείῳ γέγονε καιρῷ, οὕτως ἀπαιτούσης τῆς χρείας τοῦ πράγματος. Ἀνανεούμεθα γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες. ΛΟΓΟΣ Ιϛʹ. Περὶ ἀϊδιότητος Υἱοῦ, καὶ ὅτι ἀμερίστως προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός. Ἀντίθεσις Ἀρειανῶν· πρὸς ἢν αἱ λύσεις ἐφεξῆς. Καὶ πῶς ἂν δύναιτο, φασὶν, ἀΐδιος εἶναι ὁ Υἱός; πῶς δὲ προελθὼν ἐκ Πατρὸς, οὐ πάντως αὐτοῦ καὶ μεμέρισται; Τὸ γὰρ ἔκ τινος προελθὸν, μέρος ἂν εἴη τῆς οὐσίας, ἀφ' ἧς καὶ προελήλυθε. Τὸ δὲ ἅπαξ ἀπομερισθὲν, οὐκ ἂν ὁλόκληρον εἶναι νοοῖτο. Ἐξ ὑποδείγματος ἡ λύσις. Τί οὖν ἄρα φήσουσι συμβαίνειν περὶ τὸν ἥλιον, ὅταν ἐκπέμπῃ τὸ ἴδιον ἀπαύγασμα; Τί δὲ περὶ τὸ πῦρ νομίζουσι γίνεσθαι, ὅταν ἐξ ἑαυτοῦ τὴν θερμασίαν ἐκπέμπῃ; Μερισμοὺς ἆρα καὶ ἀποκοπὰς ἐν ταῖς τοιαύταις οὐσίαις ὑπολαμβάνουσι γίνεσθαι; Καὶ μὴ λάμπει μὲν ὁ ἥλιος κατ' οὐδένα τρόπον ἐλαττούμενος; Διέλοι δ' ἂν οὐδεὶς τοπικῶς τὸ ἀπαύγασμα ἀπ' αὐτοῦ. Ἀπὸ δέ γε τοῦ πυρὸς, οὐ μεμερισμένως ὁρῶμεν τὴν θερμασίαν ἐκτρέχουσαν, ἀλλ' ἔστι τῆς τοῦ πυρὸς οὐσίας καρπὸς ἀμερίστως ἐξ αὐτῆς προϊὼν, ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός. Καὶ οὐκ ἂν εἴη τὸ φῶς ποτε χωρὶς ἀπαυγάσματος, οὐδὲ τὸ πῦρ χωρὶς τοῦ θερμαίνειν. Ἀεὶ γὰρ παραπέφυκε ταῖς τοιαύταις οὐ-