Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.297
Not analysed yet
σίαις τὰ ἐξ αὐτῶν τικτόμενα. Οὕτω μοι νόει τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προερχόμενον, ἀϊδίως τε ὄντα ἐν αὐτῷ, καὶ ἐν ἰδίᾳ νοούμενον ὑποστάσει, καὶ κατ' οὐδένα τρόπον ἐλαττοῦντα τὴν τοῦ Πατρὸς οὐσίαν, ἢ αὐτὸν ταύτης ἀπομεριζόμενον· ἀλλ' εἶναί τε αὐτὸν ἐν Πατρὶ, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς καὶ ἀληθεύειν λέγοντα· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, αὐτόν τε ἐν τῷ Πατρὶ, καὶ ἐν αὐτῷ φαίνεσθαι τὸν Πατέρα, οὕτω τε δύνασθαι λέγειν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» ΑΛΛΟ. Οἱ λέγοντες ἀποκεκόφθαι τῆς τοῦ Πατρὸς οὐσίας τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτῆς προελθεῖν, καὶ εἶναι μέρος λοιπὸν οὐχ ὁλόκληρον, λεγέτωσαν ἀποκεκόφθαι καὶ τοῦ φωτὸς τὸ ἀπαύγασμα, καὶ τοῦ πυρὸς τὴν ἐξ αὐτοῦ προϊοῦσαν θερμασίαν, καὶ τοῦ νοῦ τὸν λόγον· καὶ δεικνύτωσαν ὅτι μέρη ταῦτα διῃρημένως ἐστὶ τῶν οὐσιῶν, ἐξ ὦν καὶ προέρχονται, ἢ ὅτι χωρὶς μὲν ἀπαυγάσματος ἦν ποτε τὸ φῶς, χωρὶς δὲ θερμασίας τὸ πῦρ, ἄλογος δὲ ὁ νοῦς. Καὶ τότε φανταζέσθωσαν τοιαῦτά τινα καὶ περὶ τὸν τοῦ Θεοῦ Λόγον. Εἰ δὲ ταῦτα σύνεστι μὲν ἀεὶ ταῖς οὐσίαις, ἀφ' ὧν καὶ προέρχονται, ἀμερίστως δὲ τοῦτο ποιοῦσι, καὶ οὐ κεχωρισμένως (οὐ γὰρ πάθη καὶ ἀποκοπὰς ἐμποιοῦσιν αὐταῖς), πῶς οὐ πάσης εἰσὶν ἀσεβείας ἐπέκεινα ταῦτα τῇ θείᾳ φύσει προσάπτοντες, ἃ μηδὲ περὶ τὴν τῶν γενητῶν φύσιν γενέσθαι δοίη τις ἂν, εἴ γε νοῦν ἔχοι καὶ φρονοίη καλῶς; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φασὶ, δύναται ὁ Υἱὸς ἀΐδιος εἶναι μετὰ Πατρός; Καὶ γὰρ οἱ τῶν ἀνθρώπων υἱοὶ τίκτονται μετὰ τοὺς πατέρας, καὶ χρόνοις ὕστερον γίνονται πολλοῖς, οὐκ ὄντες πρὶν γεννηθῆναι. Πῶς δὲ πάλιν ὁ Υἱὸς Λόγος εἶναι δύναται, ἢ εἰκὼν τοῦ Θεοῦ; Καὶ γὰρ ὁ τῶν ἀνθρώπων λόγος οὔτε ἐνυπόστατός ἐστιν, οὔτε μετὰ τὸ ῥηθῆναι σώζεται· ἀλλ' εὐθὺς εἰς τὸ μὴ ὂν ἀναλύεται, σημήνας τὸ κατὰ διάνοιαν τῷ λαλοῦντι κείμενον, καὶ τὰ ἐν τῷ βάθει τῆς καρδίας φανεροποιήσας νοήματα. Πρὸς τοῦτο λύσις. Εἰ μὲν ὡς ἄνθρωπος οὕτως ἐστὶ καὶ Θεὸς, καὶ πλέον τῶν ἐν ἡμῖν οὐδὲν ἐν αὐτῷ, κρατείτω καὶ ἐπ' αὐτοῦ τὰ ἀνθρώπινα· καὶ προϋπαρχέτω τοῦ ἰδίου γεννήματος ὥσπερ καὶ ἡμεῖς· καὶ ἐκ τοῦ μὴ ὄντος ἔστω τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δὲ πολὺ τῶν ἡμετέρων τὸ Θεῖον ἀπῴκισται, καὶ οὐδὲν αὐτῷ κοινὸν πρὸς ἡμᾶς, ὅσον εἰς τὸν τῆς οὐσίας λόγον, πῶς αὐτὸ τοῖς ἀνθρωπίνοις καταδεσμοῦσι κακοῖς, καὶ ταῖς ἡμετέραις ἀνάγκαις ὑποτιθέντες οὐκ αἰσχύνονται; Ὅσῳ γὰρ ἂν τὴν ἀνθρώπου φύσιν ἐξάλληται, τοσοῦτον, οἶμαι, καὶ τῶν παρ' ἡμῖν ἐθῶν τε καὶ νόμων φυσικῶν ἔσται καὶ ἀμείνων. Οὐκοῦν φθαρτοὶ μὲν ἡμεῖς, ἄφθαρ-