Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.305
Not analysed yet
δὲ τοῦτο ἐνδεχόμενον ἐπὶ τοῦ Υἱοῦ, εἴπερ ἀληθῶς ἐστι Θεὸς, οὐκ ἄρα ἐκ τοῦ μὴ ὄντος ὁ Υἱὸς, ἀλλ' ἐκ τοῦ ὄντως Πατρὸς γενητός. ΑΛΛΟ. Εἰ κτισμάτων ἴδιον τὸ δύνασθαι ἁμαρτάνειν, οὐκ ἔτι δὲ καὶ τοῦ Υἱοῦ, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἀνεδείχθη ποτὲ ἐκ μὴ ὅντων ποιοῦν οὐσίας, ποιεῖ δὲ ὁ Υἱὸς, πῶς τῶν γεγονότων ἐστίν; ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ὅμοιον ὡς πρὸς ἑαυτὸ κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ οὐδὲν οὐδενὸς διαφέρει καθὸ γέγονεν ἕκαστον· ἔστι δὲ γενητὸς καὶ ὁ Υἱὸς, οὐδενὸς ἄρα ἔσται διαφέρων ᾗ καὶ αὐτὸς γέγονεν. Εἰ δὲ πάντων τῶν γενητῶν κατὰ πάντα διαφέρει, δῆλον ὅτι καὶ κατὰ τὸν τῆς γενέσεως τρόπον, ὅπερ ἐστὶ τὸ μὴ γενέσθαι. Οὕτω γὰρ διοίσει τῶν γεγονότων. Εἰ δὲ τοῦτο, πῶς οὐ Θεός; ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ἐν διαστήματι ἤτοι χρόνῳ γέγονεν, οὐδὲν δὲ τούτων προλαμβάνει τὴν Υἱοῦ γέννησιν, οὐκ ἄρα γέγονεν αὐτός. Εἰ δὲ προλαμβάνεται διαστήματι χρονικῷ τε καὶ γενητῷ, πῶς πάντων ἐστὶ δημιουργὸς, διαστήματι προλαμβανόμενος γενητῷ; Εἰ δ' ἀγένητον εἴη τοῦτο τὸ διάστημα, συνάμιλλον εὑρήσει Θεὸς τῆς ἑαυτοῦ ἀγενησίας τὸ διάστημα. Εἰ δὲ μήτε ῥοπὴ, μήτε διάστημα, μήτε ἄλλο τί ἐστι πρὸ τοῦ Υἱοῦ, πόθεν προϋπάρχειν λέγουσι τὸν Πατέρα, τοῦτο προϋπάρχειν σημαίνοντος οὐχ εὑρισκομένου; ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεὸς, ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. Εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν, ἔστι δὲ ἐπὶ πάντων Θεὸς καὶ ὁ Πατὴρ, γενητὸς ἔσται κατ' αὐτοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων τὰ αὐτὰ δύναται ποιεῖν τῷ Θεῷ, πάντα δὲ ἃ ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. ΑΛΛΟ. Εἰ πάντα τὰ γενητὰ ἐξ ἑτέρου τὸ εἶναι ἔχει, πολλῷ μᾶλλον τὸ λέγεσθαι αὐτοὺς θεούς. Εἰ δὲ μετοχῇ ἔχουσι τὸ εἶναι θεοὶ (οὐ φύσει δηλονότι θεοὶ τὰ γενητὰ), τοῖς δ' οὐ φύσει θεοῖς προσκυνεῖν ἀπαγορευτέον. Εἰ δὲ τούτοις μὲν ἀπαγορευτέον, οὐκέτι δὲ καὶ τῷ Υἱῷ, οὐχ ὡς μὴ φύσει ἄρα Θεῷ ὅπερ ἐστὶ τὰ γεννητά. ΑΛΛΟ. Εἰ τὸν ἐκ μὴ ὄντων ὑφιστῶντα οὐσίας ἐνεδέχετο