Ancient Greek · ~8 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.308
Not analysed yet
ὑφ' ἑτέρου γενέσθαι, ποιεῖ δὲ ἐκ μὴ ὄντων ὁ Πατὴρ, ἐνδέχεται ἄρα αὐτὸν, κατ' αὐτοὺς, ἐκ μὴ ὄντων γεγονέναι. Εἰ δὲ ἀπρεπὲς καὶ ἀδύνατον ἑτέρων φύσεων δημιουργὸν ἐννοεῖν ὑφ' ἑτέρας ἐκτίσθαι φύσεως, ἀτοπώτερον ἄρα, τὸν ἁπάσης φύσεως αὐτουργὸν ὑφ' ἑτέρας δημιουργεῖσθαι φύσεως ὑπολαμβάνειν. Καὶ γὰρ ἂν τὸ ποιοῦν ἐγίνετο καὶ τὸ γινόμενον ἐποίει, εἴπερ ὁ Υἱὸς γινόμενος ἐποίει, κατ' ἐκείνους, ὅπερ ἐστὶν ἀτοπώτατον· εἴ γε μόνῃ προσήκει τηρεῖσθαι τῇ θείᾳ φύσει τὰ αὐτῆς ἐξαίρετα, ὧν ἓν καὶ πρῶτον ὑπάρχει τὸ ἐκ μὴ ὄντων δύνασθαι δημιουργεῖν. ΛΟΓΟΣ ΙΗʹ. Ὅτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τῷ κτίζειν τὸ γεννᾷν ἐπὶ Θεοῦ· καὶ ἄλλα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἔχοντα τὸ συμπέρασμα. Ἀπολογία αὐτολεξεί. Εἰ τὸ γέννημα τῷ κτίσματι ταυτὸν ἦν παρὰ Θεῷ, οὐκ ἂν ἐπὶ τὸν Μονογενῆ ἐφέρετο φωνή· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» ἅτε δὴ καὶ τῶν ἀψύχων κατὰ φύσιν υἱῶν ὄντων Θεοῦ, εἴπερ τὸ κτίσμα ταυτὸν τῷ γεννήματι τυγχάνει. ΑΛΛΟ. Εἰ ὥσπερ τὸ κτίσμα κυρίως λέγεται ἐφ' ἡμῶν, οὕτως καὶ τὸ γέννημα, ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ, οὐδὲν ἡμῶν ἕξει πλέον εἰς ὑπεροχὴν κτίσμα καὶ γέννημα κυρίως ὤν. ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτὸν τυγχάνει, ἔστι δὲ κτίσμα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, κατ' αὐτοὺς, δῆλον ὅτι καὶ γέννημα. Εἰ δὲ καὶ τὸ Πνεῦμα γέννημα, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ γέννημα, καὶ τὰ πάντα γεννήματα, πῶς μονογενὴς ὁ Υἱὸς ὁ μετὰ πολλῶν ἀδελφῶν εἰσαγόμενος; ΑΛΛΟ. Εἰ, εἴ τι κτίσμα Θεοῦ, τοῦτο καὶ γέννημα, οὐδὲν τῶν γεγονότων λείπεται τῆς υἱοθεσίας. Εἰ δὲ τοῦτο, μάτην ἡμῖν υἱοθεσίαν ἐπηγγείλατο ὁ Θεὸς, ἅτε δὴ καὶ τῶν ἀψύχως ἐχόντων τοῦτο κατὰ φύσιν, εἴπερ, εἴ τι κτίσμα, τοῦτο καὶ γέννημα κυρίως ἐστίν. ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτόν ἐστιν, ἔστι δὲ τὸ γενόμενον Θεοῦ κτίσμα φύσει, κτίσμα Θεοῦ δηλονότι καὶ φύσει γέννημα Θεοῦ τὸ αὐτό. Εἰ δὲ τὸ φύσει, ἀλλ' οὐ θέσει γεννώμενον, ὁμοούσιον τῷ Θεῷ, πᾶν τὸ γενόμενον εὑρεθήσεται φύσει, εἴπερ τὸ κτίσμα φύσει καὶ γέννημα τυγχάνει, καὶ οὐ μετοχῇ. ΑΛΛΟ. Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως ἦν, πολλῷ