Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.316
Not analysed yet
τέμνειν δύνασθαι πεπιστεύκασι, λεγέτωσαν ἡμῖν πῶς ὁ προπάτωρ Ἀδὰμ ὁμοούσιος ἔσται πρὸς τὸν ἐξ αὐτοῦ γεγονότα, οὔτε αὐτὸς Ἄβελ εἶναι δυνάμενος, οὔτε μὴν τοῦ Ἄβελ ἐσομένου ποτὲ Ἀδάμ. Ἀλλ' οὐκ ἐκβάλλει τῆς οὐσίας τὴν ταυτότητα, ἡ τῶν ὀνομάτων διαφορά. Καὶ τοῦτο ἐπὶ γενητῆς καὶ κτιστῆς οὐσίας. Πῶς οὖν οὐκ ἀσεβὲς ἐπὶ τῆς ἀγενήτου φύσεως ἐκεῖνο δοξάζειν, πάντα ὑπερκειμένης τὰ γενητά; Ὡς οὖν εἴπερ ἦν ἑτεροούσιος, οὐκ ἂν ἦν Λόγος ἀληθινὸς, οὕτως ἐπειδήπερ ὁμοούσιος, ἀληθινὸς ἂν εἴη Λόγος. ΑΛΛΟ. Σημαντικὰ μὲν τὰ ὀνόματα τῶν οὐσιῶν ἐστι, τὰ πρῶτα δὴ μάλιστα καὶ τὰ κυριώτατα· ἀλλὰ πολλὴν ἄν τις ἐν τούτοις ἴδοι τὴν διαφοράν. Τὰ μὲν γὰρ καθολικώτερον τὰ ὄντα σημαίνει, καὶ γενικὴν ποιεῖται τὴν δήλωσιν· τὰ δὲ εἰς τὸ καθ' ἓν τὰ καθόλου σημαινόμενα διατέμνοντα, πολλὰ τὰ ὄντα φαίνεσθαι ποιεῖ. Οἷον φέρε εἰπεῖν, τὸ ἄνθρωπος ὄνομα ἁπλῶς τε καὶ ἀπολελυμένως λεγόμενον, σύμπαν σημαίνει τὸ ἀνθρώπειον γένος, ἢ τὴν οὐσίαν αὐτήν· τὸ δὲ Παῦλος τυχὸν ἢ Πέτρος, Ἰάκωβος ἢ Κηφᾶς, εἰς τὸ καθ' ἕνα σχίζον τὴν ἀνθρωπότητα, πολλοὺς εἶναι τοὺς ἀνθρώπους ποιεῖ. Οὐκοῦν ἡ τῶν ὀνομάτων διαφορὰ λαμβάνεται μὲν ἐπὶ τῶν ὁμοουσίων, οὐ μὴν ἐκβάλλει τῆς πρὸς ἄλληλα φυσικῆς ἐμφερείας τὰ τοῖς αὐτοῖς εἴδεσιν ὑποπίπτοντα. Ὅταν οὖν ὁ μὲν Πατὴρ λέγηται Πατὴρ, ὁ δὲ Υἱὸς Λόγος, οὐκ ἔσται τὴν φύσιν ἢ οὗτος πρὸς ἐκεῖνον, ἢ ἐκεῖνος ὡς πρὸς τοῦτον ἀνόμοιος, ἐν μόνοις ὀνόμασιν ἔχοντες τὴν διαστολήν. Δέδεικται γὰρ ὡς οὐκ ἀνατρέψει τῶν ὁμοφυῶν τὴν πρὸς ἄλληλα φυσικὴν ὁμοιότητα τῶν ὀνομάτων ἡ διαφορά. Οὐδὲν ἄρα κωλύει τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ, κἂν Υἱὸς καλεῖται καὶ μὴ Πατὴρ αὐτός ἐστιν ὁ ἀληθινὸς αὐτοῦ Λόγος. Ἁπλῆ γὰρ οὖσα ἡ τοῦ Πατρὸς οὐσία, οὐδὲν ἕτερον ἐπιδέξεται μεσολαβοῦν τὴν γέννησιν τοῦ ἐξ αὐτοῦ φυσικῶς προελθόντος Λόγου, καὶ ὡς ἓν ὄντως πρὸς αὐτὸν, καθὸ φύσει καὶ αὐτὸς Θεὸς καὶ ζῶν ἐκ ζῶντος ἐξελάμφθη Πατρός. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Ἐν τοῖς Εὐαγγελίοις, φησὶν, εὑρίσκομεν λέγοντα τὸν Υἱὸν ὡς πρὸς τὸν Πατέρα· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν,» ἀντακούοντα δὲ παρ' αὐτοῦ· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Καὶ πῶς ἂν εἶναι δύναιτο Λόγος τοῦ Πατρὸς κατὰ ἀλήθειαν ὁ Υἱὸς, ὅπου φαίνεται πρὸς αὐτὸν διαλεγόμενος ὁ Πατήρ; διάλεξις δὲ λόγου χωρὶς οὐκ ἂν γένοιτό ποτε. Ἢ τοίνυν αὐτὸς ἑαυτῷ ἔσται διαλεγόμενος, ἢ εἴπερ ὄντως λέγει τι πρὸς αὐτὸν ὁ Πατὴρ, ἕτερός ἐστι παρὰ τὸν ἐνδιάθετον καὶ ἐνυπάρχοντα τῷ Θεῷ κατὰ φύσιν Λόγον, ὃς λαλεῖ πρὸς αὐτὸν, κατὰ βούλησιν τοῦ Πατρός. Πρὸς ταῦτα λύσις. Οὐ παύσῃ συκοφαντῶν τὴν ἀσώματον οὐσίαν, λόγον ἐξ αὐτῆς ἀποτελεῖσθαι πιστεύων τοιοῦτον, ὁποῖος ἂν εἴη καὶ ὁ ἀνθρώπινος, διὰ χειλέων καὶ γλώττης ἀποκτυπούμενος· καὶ τὴν τοῦ πέλας προσαράσσων ἀκοὴν, ἵνα δὴ καὶ γένοιτο σαφὴς τοῦ λαλοῦντος ἡ βούλησις.