Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.317
Not analysed yet
Εἰ γὰρ ἐθελήσαις ἀποσώζειν τῇ ἀσωμάτῳ φύσει τὸν αὐτῇ κατάλληλον λόγον, οὐ τοιαύτην εἶναι νομιεῖς τοῦ Πατρὸς τὴν φωνὴν, ὡς εἰς ἀκοὴν φέρεσθαι σωματικῶς. Οὐ γὰρ μόνος ὁ Κύριος ἠκροάσατο τοῦ Πατρὸς λέγοντος· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω·» ἀλλὰ γὰρ καὶ οἱ συνόντες αὐτῷ. Διδάσκων δὲ σαφῶς ὁ Χριστὸς, ὅτι κυρίως καὶ φυσικῶς οὐκ ἐκείνη τοῦ Πατρὸς ἦν ἡ φωνὴ, ἀλλά τις κτύπος φωνῇ προσεοικὼς ἐξήγγελλε τοῦ Πατρὸς τὴν ἐφ' Υἱῷ βούλησιν. Καὶ ὅτιπερ εἴη τίμιος παρ' αὐτῷ, λέγει πρὸς τοὺς ἀκροωμένους· «Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς.» Πρόσχες γὰρ ἀκριβῶς ὡς οὐκ ἔφησεν, Οὐ δι' ἐμὲ λελάληκεν ὁ Πατὴρ, ἢ ἐβόησεν, ἢ ἕτερόν τι τοιοῦτον, ἀλλ' ὅτι «Οὐ δι' ἐμὲ γέγονεν ἡ φωνὴ, ἀλλὰ δι' ὑμᾶς.» Εἰ τοίνυν διά τινος θείας ἐνεργείας γέγονεν ἡ φωνὴ, οὐ διὰ Χριστὸν, ὡς αὐτός φησιν, ἀλλὰ διὰ τοὺς συνόντας αὐτῷ, ἀμήχανον δὲ ἦν ἀνθρώπους ὄντας ἑτέρως δύνασθαι μαθεῖν τοῦ Πατρὸς τὴν βούλησιν, εἰ μὴ ἀνθρωπεία πρὸς αὐτοὺς ἐγένετο φωνή· τί μάτην τὰ οἰκονομικῶς γεγονότα καὶ ἀνθρωπίνως διοικούμενα δι' ἡμᾶς πάλιν ἀναφέρεις ἐπὶ τὴν ἀσώματον οὐσίαν, ῥιψοκινδύνως τὰ τῇ γενητῇ πρέποντα φύσει καὶ ἐπὶ τὴν ἀγένητον ἀνατιθείς; ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Φαίνεταί που λέγων, φασὶν, ὁ Πατὴρ πρὸς τὸν Υἱόν· «Ποιήσωμεν ἄνθρωπον.» Καὶ αὐτὸς δὴ πάλιν ὁ Σωτὴρ πρὸς Ἰουδαίους διαλεγόμενος λέγει· «Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα ἀπαγγέλλω ὑμῖν.» Ἆρ' οὖν εἴ τις ὑμᾶς ἔροιτο τοὺς ἐπὶ δογμάτων ὀρθότητι μεγαλαυχουμένους, πότερόν ποτε ὡς πρὸς εἰδότα τὸν Υἱὸν ὁ Πατὴρ ὅπερ ἔμελλεν ἐρεῖν διαλέγεται, ἢ ὡς πρὸς μὴ εἰδότα, τί ἂν ἀποκρίνοισθε; Εἰ μὲν οὖν οὐκ οἶδε, μανθάνει δὲ τότε ὅταν ὁ τοῦ Πατρὸς λόγος πρὸς αὐτὸν γένηται περί τινος, ἕτερός ἐστι παρὰ τὸν ὄντα φύσει· εἰ δὲ οἶδε, πῶς οὐκ ἀμαθὲς καὶ ἀνόητον τὸ πρὸς εἰδότα λέγειν ὥσπερ οὐκ εἰδότα; Καὶ ἐπ' ἀνθρώπων γὰρ οὐκ ἔξω λόγου τὸ τοιοῦτον κείσεται. Εἰ δὲ ἄτοπον τοιούτῳ τινὶ περιπίπτειν φάναι τὸν Θεὸν, δῆλον ὅτι ὡς πρὸς οὐκ εἰδότα λέγει. Οὔτε οὖν αὐτός ἐστιν ὁ ἐνδιάθετος Λόγος, οὔτε μὴν οἶδεν ἅπερ βούλεται ὁ Θεὸς καὶ Πατὴρ, εἰ μὴ γένοιτο πρὸς αὐτὸν ὁ παρ' αὐτοῦ λόγος. Πρὸς τοῦτο λύσις. Οὐδὲν οὖν διοίσει προφητῶν ὁ ἐν προφήταις λαλῶν τοῦ Θεοῦ Λόγος, καὶ τὰ ἐσόμενα προμηνύων αὐτοῖς· οὐ γὰρ εἶχον ἐξ ἑαυτῶν τὸ εἰδέναι ταῦτα· μόνῳ δὲ ἁρμόζει Θεῷ ἐσομένων ἡ πρόγνωσις. Καὶ τί ποιήσωμεν, τοῦ Κυρίου σαφῶς ἑαυτὸν τῆς πρὸς ἐκείνους ἰσότητος ἀποδιορίζοντος; δι' ὧν οὕτω φησίν· «Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγέ-