Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.321
Not analysed yet
»Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν.» Πῶς δὲ ἀπαράλλακτος εἰκὼν ἔσται τοῦ γεγεννηκότος, εἰ καθάπερ ἄνθρωπος ἀγνοίᾳ κρατεῖται; Χρὴ γὰρ πάντως ἢ καὶ τὸν Πατέρα λέγειν τι τῶν ἐσομένων ἀγνοεῖν, ἢ εἰ πάντα γινώσκει, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἔχει τὸν Υἱὸν, ἀδύνατον μὴ τοιαύτην ἔχειν αὐτὸν τὴν γνῶσιν, ὁποίαν καὶ ὁ Πατὴρ, οὗ καὶ ἔστι χαρακτὴρ καὶ εἰκὼν ἀπαράλλακτος. Ἀντίθεσις ὡς ἐκ τοῦ Εὐνομίου. Καὶ τίς οὕτω, φησὶν, ἀμαθὴς ὡς τολμῆσαι λέγειν τὰ ὀνόματα κατὰ πραγμάτων κείμενα, μὴ ἕτερα εἶναι παρ' αὐτά; Ἰδοὺ γὰρ, ὁ μὲν οὐρανὸς, ἔργον οὕτω μέγα καὶ ἐξαίρετον Θεοῦ· τὸ δὲ ὄνομα, δι' οὗ σημαίνεται, ἕτερόν ἐστι παρ' αὐτόν· καὶ γνωσόμεθα τοῦτο ἐντεῦθεν. Ὁ μὲν γὰρ οὐρανὸς πρᾶγμά ἐστιν ὁρατὸν, τὸ δὲ ἐπ' αὐτῷ κείμενον ὄνομα οὐ ταῖς ὄψεσιν ὑποπίπτει, ἀλλ' ἔστι μόνον ἀκουστόν. Οὐκ οὖν διὰ τὸ λέγεσθαι Λόγος ὁ Υἱὸς, πάντως ἐστὶ τοῦτο ὃ νοοῦσί τινες, ἀλλὰ καλεῖται μὲν Λόγος, ἔστι δὲ ἕτερόν τι κατὰ φύσιν. Πρὸς ταῦτα λύσις. Σιωπᾷν ἔδει, καὶ μηδὲν ἀποκρίνεσθαι πρὸς τὴν οὕτως ἀνόητον τοῦ λόγου κατασκευήν. Ὅμως δ' οὖν ἐρωτητέον τοὺς ὅσοι τὰ τοιαῦτά φασιν, εἰ μὴ τὰ ὀνόματα κυρίως κατὰ πραγμάτων κείμενα, τὰς οὐσίας αὐτῶν σημαίνει, κἂν ἕτερα παρὰ ταῦτα τυγχάνῃ. Καὶ γοῦν τὸ ἄνθρωπος ὄνομα, σημαίνει μὲν τοῦ ἀνθρώπου τὴν φύσιν, ἕτερον δέ τί ἐστι παρ' αὐτόν. Ὁ μὲν γὰρ ἄνθρωπος πρᾶγμα ὁρατὸν, τὸ δὲ ἐπ' αὐτῷ ὄνομα μόνον ἀκουστόν. Οὐκοῦν εἴ τις ἄνθρωπον ὀνομάσαι, ἐπειδὴ μὴ τοῦτό ἐστι πάντως ὃ σημαίνει τοὔνομα, κατὰ τὸν ἐκείνων συλλογισμὸν, ἕτερόν τι νοείτω, καὶ μὴ πάντως τοῦτο ὃ σημαίνει τοὔνομα. Εἰ δὲ μανίας ἀνάμεστον τοῦτό γε, οὐκ ἀποβλητέον τὰς τῶν ὀνομάτων κυριολογίας, οὐδὲ ἕτερόν τι παρὰ τὸ σημαινόμενον δι' αὐτῶν νοητέον· ἀργήσει γὰρ οὕτω τῶν αἱρετικῶν ἡ μανία. Δεικνύτω δὲ ἡμῖν ὁ δεινὸς εἰς λογισμοὺς ὅτι μὴ κύριον ὄνομα τῷ Υἱῷ τοῦ Θεοῦ τὸ Λόγος, καὶ ἀντιταττέσθω ταῖς θείαις Γραφαῖς, καὶ τῷ μακαρίῳ εὐαγγελιστῇ Ἰωάννῃ, πρεπωδεστάτην καὶ κυριαιτάτην εἰδότι τοῦ Υἱοῦ τὴν προσηγορίαν διὰ τοῦ καλεῖσθαι Λόγον· «Ἐν ἀρχῇ γὰρ, φησὶν, ἦν ὁ Λόγος.» Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς ἂν δύναιτο, φησὶ, λόγος εἶναι τοῦ Πατρὸς καὶ σοφία ὁ Υἱὸς, εἴπερ ἡ μὲν σοφία ἐπιστήμη ἐστὶν, ὁ δὲ λόγος ῥήματος ἀργὴ προφορά; Ἐπιστήμη δὲ οὐκ ἐνυπόστατόν τί ἐστιν, ἀλλ' οὐδὲ ζῶον καὶ λόγος ὁμοίως. Ὁ δὲ Υἱὸς ζῶόν ἐστιν· οὐκ ἄρα ἐπιστήμη, οὐδὲ σοφία, οὐδὲ λόγος. Εἶτα πρὸς τούτῳ, πῶς ἂν γένοιτο λόγος ἐν λόγῳ, ἀδυνάτου παντάπασιν ὄντος τοῦ τὸ ὅμοιον ἐν ὁμοίῳ γίνεσθαι; οὐδὲ γὰρ ἂν γένοιτο χρῶμα ἐν χρώματι. Εἴπερ οὖν ἦν ὁ λόγος ὄντως ὁ