Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.324
Not analysed yet
φύσει τοῦ Πατρὸς Υἱὸς, πῶς ἂν πρὸς αὐτὸν ἐγένετο λόγος, φέρε εἰπεῖν, ἐν τῷ, «Ποιήσωμεν ἄνθρωπον;» Πρὸς τοῦτο λύσις. Σκανδαλίζῃ πάλιν οὐκ ἀναβαίνων τὰ ἀνθρώπινα· ἀλλ' ὥσπερ ἐπιλελησμένος ὅτι σοι περὶ τῆς θείας οὐσίας ὁ λόγος ἐστὶν, ἐκ τῶν καθ' ἡμᾶς ὁρίζῃ τὰ ἐκείνῃ προσόντα. Ἢ οὐκ οἶσθα ὅτι τοῖς καθ' ἡμᾶς ὀνόμασι τὸ Θεῖον ἀποκαλεῖται, πάντα δὲ ἑτέρως ἐστὶν ἢ καθάπερ ἡμεῖς; Οὐ γὰρ ἐπειδήπερ ὁ μὲν ἀνθρώπου λόγος ἀνυπόστατος καὶ γλώττης ἐξήχημα πρὸς ἀέρα πεμπόμενον, διὰ τοῦτο καὶ ὁ θεῖος ὡσαύτως ἕξει λόγος, ἀλλὰ ζῶν ἐκ ζῶντος, καὶ ὑφεστηκὼς ἐξ ὑφεστηκότος ἐστί. Καὶ πάλιν, οὐκ ἐπειδήπερ ἡ ἐν ἡμῖν σοφία καὶ ἐπιστήμη οὐκ ἐν ὑποστάσει κεῖται καθ' ἑαυτὴν, διὰ τοῦτο καὶ ἡ ἐνυπάρχουσα τῷ Θεῷ σοφία τὸ ἐνυπόστατος εἶναι καθ' ἑαυτὴν ζημιωθήσεται. Ἀλλ' εἴπερ ὁμολογεῖς μὴ καθ' ἡμᾶς εἶναι τὸν Θεὸν, ὁμολογεῖς δηλονότι καί πως τὰ αὐτοῦ μὴ εἶναι τῶν καθ' ἡμᾶς, ἀλλ' ὑπὲρ ἡμᾶς τοσοῦτον, ὅσον καὶ κατὰ τὸν τῆς οὐσίας λόγον διέστηκεν. ΑΛΛΟ, πρὸς τὸ αὐτό. Ἠγνόησεν ὁ σοφὸς, ὡς οἴεται, καὶ ὀξὺς εἰς τὸ νοεῖν ἀμέτρῳ περιπεσὼν δυσφημίᾳ· ζῶον γὰρ ὀνομάζει τὸν Κύριον, οὐκ εἰδὼς ὅτι τὸ ζῶον ἕτερόν ἐστι παρὰ τὴν ζωὴν, ὥσπερ ἡ ἐπιστήμη παρὰ τὸν ἐπιστήμονα. Ζωὴν μὲν γὰρ εἴ τις λέγοι, αὐτὸ σημαίνει τὸ πρᾶγμα τὸ ἔν τισι γινόμενον καὶ ζωοποιοῦν αὐτά· ζῶον δὲ λέγων, τὸ μετέχον τοῦ ζωοποιοῦντός φησιν. Ἀλλ' οὐχ οὕτως ἑαυτὸν ὁ Κύριος ὀνομάζων φαίνεται, ζωὴν δὲ μᾶλλον ἀποκαλεῖ. Εἰ δὲ ζωὴ ὑπάρχων καὶ ζῶόν ἐστι κατὰ τὴν ἐκείνου φρενοβλάβειαν, λεγέσθω καὶ ὁ Πατὴρ ζῶον, ἐπειδήπερ φαίνεται λέγων· «Ζῶ ἐγὼ, λέγει Κύριος.» Ἀλλὰ ταῖς ἐκείνου φλυαρίαις ἐῤῥῶσθαι φράσαντες, καὶ τὸ ἀποστολικὸν ἐκεῖνο προσθέντες· «Τὰ νοήματά σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν,» ἐπὶ τὴν ὀρθότητα τῶν δογμάτων δραμούμεθα, καὶ οὐ ζῶον κατ' ἐκείνους, ἀλλὰ ζωὴν ἐροῦμεν τὸν Κύριον, ζωογονοῦσαν τὰ πάντα ὡς ἐν αὐτῷ κινεῖσθαι καὶ εἶναι, κατὰ τὴν Παύλου φωνήν. ΑΛΛΟ, εἰς τὸ αὐτό. Λόγον ἡ θεία Γραφὴ τὸν Υἱὸν ὀνομάζειν, καὶ προφορὰν ῥημάτων τοιούτων ὁποῖά ἐστι τὰ ἀνθρώπινα, φαντάζεται πάλιν ὁ γοργὸς εἰς ἀβουλίαν καὶ νεανικὸς εἰς τὸ μὴ νοεῖν ὀρθῶς τὰ θεῖα μυστήρια· οὐκ εἰδὼς ὅτι κατὰ μὲν τὴν ἡμετέραν συνήθειαν οὔτως αὐτὸν αἱ θεῖαι κηρύττουσι Γραφαί. Διαλέγεται δὲ ἀῤῥήτως Πατὴρ πρὸς Υἱὸν, ἔχοντος αὐτοῦ φυσικῶς τοῦ εἰδέναι τοῦ τεκόντος τὴν βούλησιν, οὐ λόγον ἐκφαίνειν δυνάμενον τὰ κεκρυμμένα περιμένοντος, ἐπεὶ καὶ αὐτός ἐστιν ὁ Λόγος. Ὅτε τοίνυν ἐπὶ Θεοῦ τι λέγεται τῶν ὅσα μᾶλλον ἀνθρώποις ἐστὶ πρεπωδέστερα, ἀναβαινέτω τὰ καθ' ἡμᾶς ὁ ἀκροώμενος, καὶ ἐπὶ τὴν