Ancient Greek · ~8 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.33
Not analysed yet
εἰ δὲ μὴ, πάντα πάντων ὑπερέξει· οὐκ ἄρα ἔσται τὸ ἀγένητον οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι, ὀνομάτων αὐτῷ ἑτέρων χρεία τῶν δυναμένων δεῖξαι, τὸ μὴ ἔκ τινος αἰτίου γενέσθαι τὸν Θεόν. Ἅπαξ γὰρ τὸ ἀγένητον τοῦ Θεοῦ οὐδὲν σημαίνει, ἀλλ' ἢ μόνον οὐσίαν Θεοῦ. ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ ἔν τί ἐστιν, ἀλλ' οὐ πολλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, πολλὰ, ἀλλ' οὐχ ἓν τῷ ἀριθμῷ· οὐκ ἔσται ἄρα ταυτὸν ἡ οὐσία τῷ ἀγενήτῳ καὶ ἀβασιλεύτῳ, ὡς οὐδὲ τὸ ἓν τοῖς πολλοῖς. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ τὸ γενητὸν, καὶ τὰ λοιπὰ, οὐσία Θεοῦ, ἕτερα δέ εἰσι ταῦτα ταῖς φωναῖς, ἀνάγκη τὴν οὐσίαν ἐκείνην οὕτω συγκεῖσθαι κατὰ τὰς διαφόρους φωνάς· ἵν' οἰκείως αἱ φωναὶ κατ' αὐτῆς λέγωνται· ἢ μὴ συγκειμένης αὐτῆς, ἀκόλουθον εἶναι ταῦτα τῶν προσόντων τῇ οὐσίᾳ σημαντικὰ, ἀλλ' οὐ καθ' αὑτὰ οὐσίας. ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ οὐ διά τι λέγεται (ἔστι γὰρ δι' οὐδὲν), ἡ δὲ ἀγένητος φωνὴ, διὰ τὸ πάντων αὐτὸν εἶναι κρείττω καὶ ὑπερέχειν· οὐκ ἔσται ἄρα ταυτὸν ἡ μὴ διά τι λεγομένη τῷ δι' αἰτίαν λεγομένῳ. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον πρὸς τὴν ἀγενησίαν ἔχει τὴν ἀναφορὰν, ἡ δὲ οὐσία τοῦ Θεοῦ πρὸς οὐδὲν ἔχει τὴν σχέσιν, πῶς ταυτὸν ἔσται τὸ πρός τί πως ἔχον τῇ πρὸς μηδὲν ἐχούσῃ οὐσίᾳ; ΑΛΛΟ. Εἰ τῇ τοῦ Θεοῦ οὐσίᾳ οὐδὲν ἀντιδιαστέλλεται, τῷ δὲ ἀγενήτῳ ἀντιδιαστέλλεται τὸ γενητὸν, πῶς οἷόν τε εἶναι ταυτὸν οὐσίαν καὶ ἀγένητον; ΑΛΛΟ. Εἰ πᾶσα οὐσία ῥηθεῖσα θατέρα πρὸς θατέραν, οὐ δηλοῖ τὴν ἑαυτῆς ὑπεροχὴν, μὴ συμπαραληφθέντος τοῦ τῆς ὑπεροχῆς ὀνόματος, ῥηθὲν δὲ τὸ ἀγένητον εὐθὺς ἐμφαίνει διαφορὰν, πῶς οὐχὶ οἱ λέγοντες, Ταυτὸν οὐσία καὶ ἀγένητον, ἀφρονέστατοι; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἔσται πᾶσα οὐσία ἀγένητον, ὅπερ ἀσεβές. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἴδιον δὲ οὐσίας τἀναντία δέχεσθαι, τῶν ἐναντίων ἐπιδεκτικὸν ἔσται τὸ ἀγένητον. Εἰ δὲ ἴδιον μὲν τοῦτο οὐσίας (τῷ γὰρ μὴ δημιουργεῖν τὸ δημιουργεῖν ἀντίκειται, οὐκέτι δὲ καὶ τῷ