Ancient Greek
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.32
Not analysed yet
κατατάττοιτο. Εἰ τοίνυν οἱ τῶν οὐσιῶν ὅροι οὐκ ἐκ τῶν ὁμωνύμων, οὐδ' ἐκ τῶν πολλαχῶς νοουμένων λαμβάνονται (οὐδὲ γὰρ ἔσται σαφὲς τὸ ὁριζόμενον, εἰ ἐκ τούτων λαμβάνοιτο), ἡ δὲ ἀγένητος φωνὴ, καθάπερ ἤδη προείπομεν, τῶν ὁμωνύμων ἐστὶν, οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ ὅρος ἐστὶ τὸ ἀγέννητος ὄνομα ἤτοι φωνὴ, δέξεται δηλονότι κατὰ τὸ τῶν ὅρων σχῆμα τὴν ἀντιστροφήν· ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁρίζων, ὡς εἴη ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἀντιστρέφων πάλιν αὐτὸ λέγοι· Εἴ τις ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τοῦτο πάντως καὶ ἄνθρωπος. Εἰ τοίνυν τὸ ἀγένητον, καθάπερ ἤδη προείπομεν, ὅρος ἐστὶ, μὴ παραιτείσθω τὴν ἀντιστροφήν· εἰ γὰρ τὸ ἀγένητον οὐσία, καὶ ἡ οὐσία ἀγένητον· ἀλλ' οὐκ ἀντιστρέφει. Οὐ γὰρ πᾶσα οὐσία πάντως ἐστὶ καὶ ἀγένητος· μόνῳ δὲ Θεῷ κατ' ἐξαίρετον τοῦτό ἐστιν. Ὅρος οὖν οὐκ ἂν εἴη τὸ ἀγένητον· ἀλλ' ὅτι μὴ γεγένηται μόνον σημαίνει. ΛΟΓΟΣ Γʹ. Ἀπολογία αὐτολεξεὶ, ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ γεγονέναι τὸν Θεὸν, σημαντικόν. Εἰ τὸ ἀγένητον οὐσία, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, οὐδὲν ἄρα ἔσται τῷ ἀγενήτῳ ἐναντίον. Εἰ δέ ἐστιν ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, τὸ ἀγένητον οὐκ ἔσται οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἐξ ἀνάγκης ἔσται καὶ τὸ γενητὸν οὐσία· εἰ δὲ οὐσία ἑκάτερα, οὐκ ἔσται ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, ἀλλὰ ταυτόν. Οὐ γὰρ ἐναντίον οὐσία πρὸς οὐσίαν. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι τὴν οὐσίαν, καὶ τὸ γενητὸν εἰκότως οὐσίαν, ἀλλ' οὐ τὸ γενέσθαι. Οὐσίαν δὲ σημαινόντων ἑκατέρων, πόθεν γνῷ τις τὴν μὲν ποιοῦσαν, τὴν δὲ γινομένην, ἅπαξ τῶν ὀνομάτων οὐδὲν δηλούντων, ἀλλ' ἢ μόνον οὐσίαν; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία· ἡ δὲ οὐσία ἐπὶ πάντων συνωνύμως λέγεται· τὸ ἀγένητον ἐπὶ πασῶν τῶν οὐσιῶν λεχθήσεται, ἢ ἐπὶ πάντων τῶν ὑπ' αὐταῖς. Εἰ δὲ τὸ ἀγένητον ἐπὶ πάντων οὐ κατηγορεῖται, ἡ δὲ οὐσία ἐπὶ πάντων, πῶς ταυτὸν οὐσία καὶ ἀγένητον· ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, οὐσία δὲ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὐκ ἔσται κατὰ τοῦτο μᾶλλον τὸ ἀγένητον, ἀλλ' οὐδὲ ἧττόν τι αὐτοῦ. Εἰ δὲ πάντων μὲν ὑπερέχει τὸ ἀγένητον, οὐκέτι δὲ καὶ ἡ οὐσία·