Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.332
Not analysed yet
ΑΛΛΟ. Τοῦ Σωτῆρος ἡμῶν τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁ Ψαλμῳδὸς ἐξηγούμενος διὰ τοῦ Πνεύματος λέγει· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.» Ἐνταῦθα γὰρ ταῖς ἐν τοῖς οὐρανοῖς ἁγίαις δυνάμεσιν ἐπιτάττει τὸ Πνεῦμα τὰς πύλας ἀνοίγειν εἰσερχομένῳ Χριστῷ. Ἀλλ' ἦν καὶ πρὸ τῆς ἀναλήψεως εἴσω τε τῶν πυλῶν καὶ ἐν τοῖς οὐρανοῖς ὡς Θεός. Τί οὖν ἔδει τῶν τοιούτων τοῦ Πνεύματος προσταγμάτων; Ἢ πῶς ὁ ἔνδον ὢν εἰσέρχεσθαι λέγεται; Ὥσπερ οὖν οὐ καθὸ Θεός ἐστιν, ἀλλὰ καθὸ ἄνθρωπος, δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τὰς τῶν οὐρανῶν εἰσέρχεται πύλας, ἡμᾶς ἐν αὐταῖς εἰσάγων δι' ἑαυτοῦ, καὶ ταύτην δι' ἡμᾶς ἐνεκαίνισε τὴν ὁδόν· οὕτω καὶ ὕψιστος τυγχάνων, ὑψοῦται δι' ἡμᾶς, ὡς ἄνθρωπος, ἵν' ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ φοροῦντι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, καὶ οὕτως ἀναμορφώσῃ πρὸς ἑαυτὸν εἰς τὸ κατ' εἰκόνα τοῦ κτίσαντος, ἀνακαινίζων τὴν φύσιν ὥσπερ ἦν ἐξ ἀρχῆς. Σχόλια, περὶ σαρκώσεως τὸν αὐτὸν ἔχοντα νοῦν. Εἰς τὸ, «Ἐχαρίσατο αὐτῷ,» καὶ, «Ὑπερύψωσεν αὐτόν·» καὶ ὅσα τοιαῦτα λέγεται περὶ Χριστοῦ. Ὕψιστος ὁ τοῦ Θεοῦ Λόγος ἀεὶ, καθὸ Θεός· ὑψοῦται δὲ ὡς ἄνθρωπος· ἀνενδεὴς ὢν ὡς Θεὸς, λαμβάνειν ὡς ἄνθρωπος λέγεται· προσεκυνεῖτο παρὰ πάντων ὡς Θεὸς, δέχεται νῦν τὴν προσκύνησιν ὡς ἄνθρωπος. Εἰ ὡς ἄνθρωπος ἀπέθανε, καὶ ψόγον οὐδένα τῷ Θεῷ Λόγῳ τοῦτο προστρίβεται, οὐδὲν ἀδικήσει καὶ τὸ λέγεσθαι λαβεῖν· ὥσπερ γὰρ ἐκεῖνο περὶ τὴν ἀνθρωπότητα γέγονεν, οὕτω καὶ ταῦτα ὁμοίως. Εἰ ἀθάνατος ὢν Θεὸς, λέγεται τεθνάναι ὡς ἄνθρωπος, Ὕψιστος ὢν ὡς Θεὸς, ὑψοῦσθαι λέγεται, ὡς ἄνθρωπος. Πῶς Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ὅτι διὰ τῆς ἐνανθρωπήσεως τὸ ἀπολωλὸς ἀνεσώθη· τὸ συντετριμμένον κατεδεσμεύθη, τὸ πλανώμενον ἐπεστράφη· συντείνει δὲ ταῦτα εἰς δόξαν τοῦ Θεοῦ καὶ Πατρός. ΑΛΛΟ. Εἰ Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ ἔργῳ τοῦτο παθεῖν ὑπέμεινε, σκανδαλιζέσθω μηδεὶς, εἰ τὰ τῇ ἀνθρωπότητι πρέποντα καὶ τῷ σχήματι τῷ οἰκετικῷ φέρεται καὶ ἐπ' αὐτοῦ· ὡς γὰρ ἄνθρωπος καὶ λαμβάνειν καὶ ὑψοῦσθαι λέγεται. Ὁ δὲ τὴν ἀνθρωπότητα αὐτὴν ὑπομείνας, οὐκ ἂν εὐλόγως ψέγοιτο, καὶ τὰ τῆς ἀνθρωπότητος ἴδια φορέσαι μὴ παραιτούμενος. Ἴδιον δὲ ἀνθρώπου φύσεως τὸ λαμβάνειν παρὰ Θεοῦ, κατὰ τὸ ῥητὸν τὸ λέγον· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Εἴληφεν ἄρα ὡς ἄνθρωπος κατὰ χάριν, ἅπερ εἶχεν ὡς Θεὸς φυσικῶς. ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, χωρίς τε αὐτοῦ γέγονεν οὐδὲν, ἀναγκαῖον εἰπεῖν, ὅτιπερ αὐτὸς ἦν ἑαυτῷ καὶ τὸ ὑψοῦσθαι διδοὺς, καὶ τὴν παρὰ