Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.333
Not analysed yet
Πατρὸς χάριν διακονούμενος. Ἐδέχετο μὲν γὰρ θεοποιουμένου τοῦ ἀναληφθέντος ναοῦ, καὶ ἦν φύσει Θεὸς Λόγος ὢν τοῦ Πατρός· ὑψοῦτο δὲ πάλιν καθὸ καὶ ἄνθρωπος γεγονὼς, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ φαινόμενος προσεκυνεῖτο, καὶ πάλαι τοῦτο ἔχων μετὰ Πατρός. Ἔσται τοίνυν περὶ τὴν ἀνθρωπότητα ἡ χάρις καὶ ἡ ὕψωσις, εἰς ἑαυτὸν οἰκειουμένου τοῦ Θεοῦ Λόγου τὰ περὶ τὸν ἴδιον αὐτοῦ ναὸν συμβαίνοντα. Οὐ γὰρ ἑτέρου τινὸς, ἀλλ' αὐτοῦ τὸ σῶμα, διὸ καὶ ὡς αὐτὸς λελόγισται. Εἷς γὰρ ὁ Χριστὸς ἔκ τε ἀνθρωπότητος καὶ Θεοῦ Λόγου κεκερασμένος, οὐκ ἐκ τοῦ τετράφθαι πρὸς ὅπερ οὐκ ἦν, ἀλλ' ἐκ τοῦ προσλαβεῖν τὸν ἐκ Παρθένου ναόν. ΑΛΛΟ. Ψάλλει που Δαβίδ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Εἶτά φησι· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως.» Καὶ ἧν ὁ Λόγος καὶ πρὸ τῆς χρίσεως βασιλεύων μετὰ Πατρός. Πῶς οὗν εἰς βασιλέα χρίεται καὶ ἁγιάζεται ὁ ἀεὶ βασιλεύων καὶ ἅγιος ὤν; Ὥσπερ τοίνυν ἀεὶ τοῦτο ὢν, ἐν ἐσχάτοις καιροῖς βεβασιλευκέναι λέγεται· οὕτω καὶ ὕψιστος ὢν, ὑψοῦσθαι λέγεται διὰ τὴν ἔνσαρκον οἰκονομίαν. Ὑψοῦται δὲ, καὶ χρίεται καὶ ἁγιάζεται δι' ἡμᾶς, ἵνα δι' αὐτοῦ τρέχῃ λοιπὸν εἰς πάντας ἡ χάρις, ὡς ἤδη δοθεῖσα τῇ φύσει, καὶ λοιπὸν ὅλῳ σωζομένη τῷ γένει. Οὕτω καὶ ὁ Σωτὴρ ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι.» Ὅσα γὰρ ἐν Χριστῷ, ταῦτα καὶ εἰς ἡμᾶς. Οὐχ ἑαυτῷ δεχομένου τὸν ἁγιασμὸν (αὐτὸς γὰρ ἦν ὁ ἁγιάζων), ἀλλ' ἵνα τοῦτον τῇ φύσει δι' ἑαυτοῦ προξενίσῃ, ὁδὸς ὥσπερ καὶ ἀρχὴ τῶν εἰς ἡμᾶς ἀγαθῶν γινόμενος. Διὸ δὴ καί φησιν· «Ἐγώ εἰμι ἡ ὁδός·» δι' ἧς ὥσπερ πρὸς ἡμᾶς ἡ θεία καταβέβηκε χάρις, ὑψοῦσα καὶ ἁγιάζουσα καὶ δοξάζουσα, καὶ θεοποιοῦσα τὴν φύσιν ἐν πρώτῳ Χριστῷ. ΑΛΛΟ. Εἰ Θεὸς ὢν ἄνθρωπος γέγονε, καὶ οὐκ ἄνθρωπος ὢν γέγονε Θεὸς, χρίεται δὲ ὡς ἄνθρωπος, ἵνα δοξασθῇ, δῆλον ὅτι περὶ τὴν ἀνθρωπότητα ἡ χάρις. ΑΛΛΟ. Εἰ αὐτὸς ὢν τοῦ Πνεύματος χορηγὸς, κατὰ τὸ περὶ αὐτοῦ λεγόμενον· «Λάβετε Πνεῦμα ἅγιον·» τὸ Πνεῦμα λαμβάνειν λέγεται περὶ τὴν ἀνθρωπότητα, καὶ ἡ δόσις καὶ τὸ λαμβάνειν ὁμοίως. ΑΛΛΟ. Φησί που Χριστὸς ὡς πρὸς τὸν Πατέρα διαλεγόμενος· «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν.» Ὁ δὲ ἑαυτὸν ἁγιάσαι δυνάμενος, καὶ μὴ παρ' ἑτέρου τοῦτο ζητῶν, κύριος τοῦ ἁγιάζειν ἐστίν. Εἰ δὲ οὐκ ἔστιν ἐν χρείᾳ, περὶ τὸ χρῇζον ὁ ἁγιασμὸς ἀποτελεῖται. Ἁγιάζεται δὲ ἡ ἀνθρώπου φύσις. Καὶ τοῦτο ἦν ἄρα