Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.340
Not analysed yet
πραγμάτων ποιεῖται σύγκρισιν· καὶ κατὰ τοῦτο κρείττονα τὸν Υἱὸν γενέσθαι φησίν. Ἔσται δὲ τοῦ λεγομένου τοιοῦτος ὁ νοῦς· Ὁ Παῦλος Ἑβραίοις διαλεγόμενος καὶ μετὰ πολλῆς παῤῥησίας ἀποδεῖξαι βουληθεὶς, ὅτι κρείττων ἐστὶν ἡ Χριστοῦ διακονία καὶ τῆς τῶν προφητῶν ἀποστολῆς καὶ τοῦ διακονηθέντος δι' ἀγγέλων νόμου, ἀπὸ τῆς τῶν προσώπων ἀξίας ποιεῖται τὴν σύγκρισιν, καί φησι· «Πάλαι λαλήσας ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Τοσαύτην τοίνυν περιθεὶς τῷ Υἱῷ τὴν δόξαν, καὶ τὰ τῆς φύσεως τοῦ Πατρὸς ἴδια προσάψας αὐτῷ, τότε φησὶ κρείττονα γενέσθαι τῶν ἀγγέλων, ὅσῳ καὶ μεῖζον ἔχει παρ' ἐκείνους τὸ ὄνομα, ὡς Υἱὸς καὶ κληρονόμος, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ὁμόθρονος, καὶ ποιητής. Εἰ δὲ πολὺ κρείττων καὶ διαφορώτερος τῶν ἀγγέλων διὰ ταῦτα νοεῖται, κρείττων ἄρα καὶ ἡ αὐτοῦ τῆς ἐκείνων διακονίας. Σημαίνοι δ' ἂν εἰκότως ἐνθάδε τὸ «γέγονεν,» οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν (ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ), οὐδὲ τὴν ἐξ ἐλάττονος εἴς τι μεῖζον μεταβολὴν (τέλειος γὰρ ἐκ τελείου Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς), ἀλλ' ὥσπερ ἐν συγκρίσει δόξης καὶ ἀξιώματος τὸ μεῖζον καὶ κρεῖττον ὀφθέν. Ὥσπερ ἂν εἴ τις ἄνθρωπος ἵππῳ συγκρίνοιτο, καὶ λέγοιτο κρείττων αὐτοῦ γεγενῆσθαι παρὰ τοῖς δοκιμάζουσι διὰ τὸ εἶναι λογικόν. Ὅτι γὰρ τὸ γενέσθαι οὐ πάντως φύσεως σημαίνει μεταβολὴν, πρόδηλον ἔσται διὰ τοῦ λέγοντος πρὸς Θεόν, «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν·» καὶ πάλιν· «Ἐγένετό μοι Κύριος εἰς καταφυγήν·» καὶ, «Ἐγένετό μοι Κύριος εἰς σωτηρίαν.» Διακονίας ἄρα καὶ δόξης, καὶ οὐ φύσεως, τῷ Υἱῷ πρὸς ἀγγέλους ἡ σύγκρισις. Παράθεσις ῥητῶν σημαίνουσα ὅτι τὸ, «κρείττων,» ἡ θεία Γραφὴ καὶ ἐπὶ τῶν πολὺ διεστηκότων, ἢ κατὰ τὸν τῆς φύσεως λόγον, ἢ κατὰ τὴν ἀξίαν τίθησιν, ἢ κατὰ τὸ μέτρον τῆς χάριτος. Ὅσον εἰς τὴν χάριν· «Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·» τί γὰρ ἴσον ἔσται τῶν αὐλῶν τῶν οὐσῶν ἐν τοῖς οὐρανοῖς; Εἰς ἀνομοιότητα φύσεως· «Λάβετε παιδίαν, καὶ μὴ ἀργύριον· κρείσσων γὰρ σοφία λίθων ἐκλεκτῶν.» Ἡσαΐας περὶ τῶν εὐνούχων εἰσφέρει λέγοντα Θεόν· «Κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς.» Οὐκοῦν τὸ κρεῖσσον, οὐκ ἐπὶ τῆς τυχούσης διαφορᾶς, ἀλλὰ καὶ ἐπὶ μεγάλης καὶ ἀσυγκρίτου πολλάκις ὑπεροχῆς τάττεται. ΑΛΛΟ, εἰς τὸ αὐτό. Ἐπεξηγούμενος τὴν οἰκείαν φωνὴν ὁ μακάριος Παῦλος, καὶ σαφέστατα δεικνύων, τί ἐστι τὸ, «Κρείττων γενόμενος τῶν ἀγγέλων,» ἐπιφέρει τοῖς εἰρη-