Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.337
Not analysed yet
τοῦ Πατρὸς εὐσεβῶς νοεῖται τὰ τοιῶσδε λεγόμενα, οὕτως ἂν εὐλόγως ἐκληφθείη καὶ ἐφ' Υἱοῦ. Πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ πρὸς τὴν εἰκόνα τὸ ἀρχέτυπον. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου τὸ λέγον· «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.» Οἱ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου τολμῶντες κατηγορεῖν, καὶ τὸν Υἱὸν τοῖς γενητοῖς συντάττειν σπουδάζοντές φασι, σοφιζόμενοι τὴν ἀλήθειαν· Εἰ κρείττων γέγονε τῶν ἀγγέλων ὁ Υἱὸς, ἀπὸ τροπῆς ἄρα ἔχει τοῦτο τῆς ἐπὶ τὸ ἄμεινον· ὃ γὰρ οὐκ ἦν ἐγένετο. Τὸ ὅλως μεταποιεῖσθαι δυνάμενον, καὶ ἀπό τινος εἰς ἕτερόν τι παραφέρεσθαι, τρεπτῆς ἂν εἴη φύσεως. Εἰ δὲ τρεπτῆς, δῆλον ὅτι καὶ γενητῆς, ἧς ἴδιον ἡ τροπή. Πρὸς τοῦτο λύσις. Πρῶτον μὲν οὖν προσήκει τὸν εἰς ἔρευναν τῶν θείων εἰσβαίνοντα Γραφῶν, τὸν καιρὸν ἐπιτηρεῖν καθ' ὃν λέγεται τὸ δηλούμενον, καὶ πρόσωπον παρ' οὗ, ἢ δι' οὗ, ἢ περὶ οὗ λέγεται· οὕτω γὰρ ἂν ἀπλανὴς ἡ διάνοια φυλαχθείη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν. Γνωσόμεθα μὲν οὖν τὸ ἀπὸ τοῦ καιροῦ χρήσιμον, τῶν ἁγίων ἀποστόλων ἀκούοντες λεγόντων Χριστῷ· «Πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας;» Ἐκ δὲ τοῦ μὴ εἰδέναι καιρὸν, ἐζημιώθησαν οἱ περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον, νομίσαντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ τοῦτο λέγοντες Ὅτι δὲ τῶν προσώπων ἀναγκαία καὶ ἐπωφελὴς ἡ γνῶσις, εἰσόμεθα πάλιν, ὅταν ὁ Εὐνοῦχος λέγῃ πρὸς Φίλιππον· «Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;» ἢ ὡς ὅταν ὁ μακάριος Παῦλος, τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσφέρεσθαι βουλόμενος, λέγῃ· «Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος.» Ὅτι δὲ καὶ τὸ πρᾶγμα μὴ ἀγνοεῖν ἀναγκαῖον, ἐντεῦθεν ἔσται καταφανές. Ὅταν γὰρ οἱ προφῆται τὰ περὶ τοῦ Σωτῆρος προκηρύττωσι, καὶ ὁ μὲν λέγῃ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει·» ἑτέρωθι δὲ πάλιν, «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·» καὶ μὴ κυρίως τὰ τοιαῦτα νοῆται περὶ Χριστοῦ, μακράν που τῆς ἀληθείας ὁ νοῦς οἰχήσεται, καὶ τῶν εὐσεβῶν ἐκπετασθήσεται νοημάτων. Ἀναγκαία τοίνυν τῶν εἰρημένων ἡ ἐπιτήρησις. Ἐπιτηρηθέντων τοίνυν ἀκριβῶς καιροῦ, καὶ προσώπου, καὶ πράγματος, εὑρεθήσεται ταῦτα λέγων ὁ Παῦλος, ὅτι δι' ἡμᾶς ἐνηνθρώπησεν ὁ τοῦ Θεοῦ Λόγος, ὅτε τῶν ἁμαρτιῶν ἡμῶν καθαρισμὸν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τότε κρείττων γέγονε τῶν ἀγγέλων· οὐ τὴν φύσιν εἰς ἕτερόν τι μεταβαλὼν, ἢ ὅπερ οὐκ ὢν φαίνεται πρότερον, ὕστερον γεγονώς· οὐ γὰρ περὶ τῆς φύσεως τοῦ Υἱοῦ νῦν ὁ λόγος ἐστὶ τῷ Παύλῳ, ἀλλὰ περὶ πράγματος γενομένου ἐν καιρῷ τῆς ἐνανθρωπήσεως. Οὐκοῦν οὐ τῇ φύσει τῶν ἀγγέλων τὴν τοῦ Υἱοῦ φύσιν συγκρίνεσθαι θέλων, κρείττονα τῶν ἀγγέλων αὐτὸν γεγενῆσθαί φησιν, ἀλλὰ