Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.344
Not analysed yet
ἄν τις εὐλόγως ἵππῳ συγκρίναι τὸν ἄνθρωπον ἢ κυνὶ τὸ πρόβατον, ἀλλ' ἄνθρωπον μὲν ἀνθρώποις, τὸ δὲ πρόβατον τῷ προβάτῳ), ἀνάγκη πᾶσα γενητὸν εἶναι συνομολογεῖν τὸν Υἱὸν, ὃς ἀγγέλοις συγκρίνεται τοῖς γενητὴν ἔχουσι τὴν φύσιν. Πρὸς τοῦτο λύσις. Φιλοῦσι μὲν ὁμολογουμένως ἐν τοῖς ὁμοειδέσιν αἱ συγκρίσεις γίνεσθαι. Ἀλλ' ὅταν τὰ τοιαῦτα πρὸς ἄλληλα κρίνηται, τὸ «κρείττων» λέγεσθαι μισεῖ, καὶ οὐκ οἰκείως ἐπιδέξεται τὴν φωνήν· ἁρμόσει δὲ ἐπ' αὐτῶν τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὸ διαφερόντως λέγεσθαι, καὶ τὸ πλέον ἔσθ' ὅτε· ἃ δὴ καὶ κυριωτέραν δεικνύει τὴν σύγκρισιν· οὕτως Ἰωσὴφ ὡραῖος παρὰ τοὺς ἀδελφούς. Ἀστὴρ δὲ πάλιν ἀστέρος οὐ κρείττων, ἀλλὰ διαφέρει ἐν δόξῃ· οὕτως ὁ Σωτὴρ, ὅτε τοῖς ἀνθρώποις ὡς ἄνθρωπος συγκρίνεται, οὐ κρείττων κάλλει λέγεται, ἀλλ' ὡραῖος παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὅτε δὲ τὰ ἑτεροειδῆ πρὸς ἄλληλα τὴν σύγκρισιν ἔχει, τότε λέγεται τὸ κρεῖττον οἰκειότερον. Οὕτω καὶ γέγραπται· «Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν.» Ποία δὲ κοινωνία φύσεως σοφίᾳ καὶ λίθοις; Εἰ τοίνυν ἕτερον μὲν ἔχει τύπον ἐν τοῖς ὁμοειδέσιν ἡ σύγκρισις, ἐπὶ δὲ τῶν ἀνομοίων κατὰ τὴν φύσιν τὸ κρεῖττον τάττεται, οὐκ ἔσται τοῖς ἀγγέλοις ὅμοιος ὁ Υἱὸς, οὐδὲ γενητὸς ὥσπερ ἐκεῖνοι, ἀλλ' ὑπερβολικὴν ἔχει τὴν σύγκρισιν. Καὶ διὰ τοῦ λέγεσθαι κρείττων, ἑτεροειδὴς ἔσται μᾶλλον ἢ ὁμοειδής. ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ διὰ τὸ λέγειν τὴν Γραφὴν, «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων,» ὁμοειδὴς ἔσται τοῖς ἀγγέλοις ὁ Υἱὸς ὡς πρὸς αὐτοὺς ἔχων τὴν σύγκρισιν, ὁράτωσαν ποῖ ποτε ὁ λόγος αὐτοῖς κινδυνεύσει. Ὥρα γὰρ ὁμολογεῖν καὶ συγκαθεσθῆναι δύνασθαι τῷ Θεῷ τοὺς ἀγγέλους καὶ συμβασιλεύειν αὐτῷ· καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ παρ' ἐκείνους. Τὰ γὰρ ἀλλήλοις ὁμοειδῆ, κἂν ἔχῃ τινὰ πρὸς ἄλληλα τὴν διαφορὰν, ἀλλὰ τῆς αὐτῆς ἔχεται φύσεως. Οὕτω γὰρ ἂν εἴη καὶ ὁμοειδῆ. Οὐκοῦν ἐπειδήπερ περὶ μὲν ἀγγέλων λέγεται· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,» περὶ δὲ τοῦ Υἱοῦ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ὁμοειδεῖς δὲ ἄγγελοι καὶ ὁ Υἱὸς κατ' ἐκείνους, διὰ τὸ πρὸς αὐτοὺς ἐν τῷ λέγεσθαι κρείττων ἔχειν τὴν σύγκρισιν· οὐδὲν ἄρα κωλύσει καὶ ἀγγέλους δύνασθαι συγκαθεσθῆναι τῷ Θεῷ, εἰ καὶ μή τις αὐτῶν ἠξιώθη τοῦ πράγματος. Καὶ μάτην, ὡς εἰκὸς, ὁ Παῦλος λέγει· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου;» Ἢ πῶς τοῦτο δίδωσιν ὡς ἐξαίρετον τῷ Υἱῷ, ἑλκούσης αὐτὸ πρὸς ἑαυτὴν καὶ τῆς τῶν ἀγγέλων φύσεως, εἴπερ εἰσὶν ὁμοειδεῖς πρὸς αὐτόν; Κοινὰ γὰρ ἅπασι τοῖς ὁμοειδέσι τὰ ἐν τῇ αὐτῇ φύσει κείμενα. Τὰ δὲ ἐκ προσθήκης ἐπισυμβαίνοντά τισι πλεονεκτήματα, τῆς οὐσίας οὐχ ἅπτεται. Οἷον μία μὲν ἀνθρώποις ἡ φύσις, πλουτοῦσι δὲ οὐ πάντες, οὔτε μὴν βασιλεύουσι· δεκτικοὶ δὲ ὅμως