Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.345
Not analysed yet
καὶ τούτων εἰσίν. Ἀλλ' οὐδεὶς ἐπιτρέπει τοῖς ἀγγέλοις τὴν Υἱοῦ δόξαν φορεῖν· ὁ μὲν γὰρ Δεσπότης, τὰ δὲ δοῦλα τυγχάνει. Οὐχ ὁμογενὴς ἄρα τοῖς ἀγγέλοις ἐστὶν, ὁ τῷ Πατρὶ συμβασιλεύων καὶ συγκαθήμενος. ΑΛΛΟ. Ὅτι οὐχ ὁμοφυὴς τοῖς ἀγγέλοις ὁ Υἱός. Ποίημα καὶ ποιητὴς οὐκ ἄν ποτε τῆς αὐτῆς εἶεν φύσεως. Ἕτερον γάρ τι τὸ ποιοῦν, καὶ ἕτερον τὸ ποιούμενόν ἐστιν. Εἰ γὰρ μὴ οὕτως ἔχει, τί τὸ διαιροῦν κατὰ φύσιν τῶν γενητῶν τὸν Θεόν; Ὅτε τοίνυν πάντα δι' Υἱοῦ ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται, ἓν δέ τι τῶν πάντων ἐστὶ καὶ ἡ τῶν ἀγγέλων φύσις, γέγονεν ἄρα δι' Υἱοῦ καὶ πεποίηται. Οὐχ ὁμογενὴς οὖν τοῖς δι' αὐτοῦ γενομένοις καὶ διὰ τούτου φανεῖται· ἀλλ' ὁ μὲν φορέσει τοῦ Δημιουργοῦ τὴν ἀξίαν, τὰ δὲ τὴν κατὰ τὸ πεποιῆσθαι δουλείαν. «Τὰ γὰρ σύμπαντα, φησὶ, δοῦλά σου,» ἡ θεία Γραφή. ΑΛΛΟ. Ὅτι οὐχ ὁμογενὴς τοῖς ἀγγέλοις ὁ Υἱὸς διὰ τὸ λέγεσθαι κρείττων αὐτῶν γεγενῆσθαι. Πᾶν ὅπερ ἂν φαίνηται γεγονὸς κατ' οὐσίαν, καὶ εἰς τὸ μὴ εἶναι καταλήξει ποτὲ θελήσαντος τοῦ Δημιουργοῦ· καὶ ὅπερ ἂν ἔχοι φύσιν τοῦ παθεῖν δεκτικὴν, πάθοι, ἂν εἰ καὶ μή πω πέπονθε. Τὸ δὲ πάσχειν οὐ πεφυκὸς, οὐκ ἄν τι πάθοι ποτὲ, καὶ ἕτερόν τι παρ' ἐκεῖνό ἐστι· καὶ τὸ ἀεὶ ὡσαύτως ὂν, οὔτε τοῦ εἶναι ἤρξατο, οὔτε μὴν οἶδε τὸν ἐπὶ τέλει δρόμον, ὥσπερ τὰ τοῦ εἶναι ἀρξάμενα. Ἀλλ' οὐκ ἄν τις εἴποι νοῦν ἔχων, τὰ τοσαύτην ἔχοντα πρὸς ἄλληλα τὴν ἐναντιότητα, καὶ οὕτω κατὰ φύσιν διεστηκότα, ὁμοφυῆ τε εἶναι καὶ τῆς αὐτῆς ὑπάρχειν οὐσίας. Εἰ τοίνυν ἐπὶ μὲν τῶν ποιημάτων ὡς ὑποκειμένων καὶ φθορᾷ λέγεται. «Αὐτοὶ ἀπολοῦνται·» ἐπὶ δὲ τοῦ Υἱοῦ, Σὺ δὲ διαμένεις· κἀκεῖνα μὲν παλαιωθήσεται, ὡς γενητὴν ἔχοντα τὴν φύσιν· τοῦ δὲ Υἱοῦ «τὰ ἔτη οὐκ ἐκλείψουσι·» πῶς ὁμοφυὴς ἔσται τοῖς ἀγγέλοις ὁ Υἱὸς, τοῖς πεποιημένοις ὁ ποιητὴς, τοῖς γεγενημένοις ὁ ἀγένητος, τοῖς παρελθεῖν δυναμένοις ὁ αἰώνιος; Εἰ γὰρ καὶ ἀθάνατόν τι χρῆμα ὁ ἄγγελός ἐστι διὰ τὴν οὔτω κειμένην ἐπ' αὐτῷ τοῦ ποιήσαντος βούλησίν τε καὶ χάριν, ἀλλ' ἐπείπερ ἀρχὴν τοῦ εἶναι ἔχει, δύναιτ' ἂν καὶ εἰς τέλος ἐλθεῖν. Φύσεως δὲ πλεονεκτήματα τοῖς ἔχουσίν ἐστιν ἰσχυρὰ, καὶ οὐχὶ τῷ πεποιηκότι Θεῷ. Ὥσπερ οὖν καὶ τὸ πῦρ καυστικὸν μέν ἐστιν, ἀλλ' οὐ τῷ Θεῷ· οὕτω καὶ ἄγγελος ἀθάνατος μὲν, ἀλλ' οὐ τῷ Θεῷ. Μόνος γὰρ αὐτὸς κυρίως ἀθάνατος, φυσικῶς ἔχων, οὐκ ἀπὸ χάριτος, τὴν ἀσφάλειαν, ὥσπερ τὰ γενητά. ΑΛΛΟ, μετὰ ἀποδείξεως, ὅτι ἄγγελοι μὲν δοῦλοι, Δεσπότης δὲ ὁ Υἱός. Εἰ οὐδεὶς δύναται ἀφεῖναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἀφίησι δὲ ὁ Υἱὸς, Θεὸς ἄρα, καὶ οὐ τοῖς ποιήμασιν ἐναρίθμιος. Ἄγγελοι μὲν γὰρ προσεύχονται