Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.368
Not analysed yet
βασιλείας σου.» Καὶ πάλιν· «Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων.» Εἰ τοίνυν καὶ πρὸ τῆς σαρκώσεως βασιλεύς τε καὶ Κύριος ἦν ὁ τοῦ Θεοῦ Λόγος, πῶς οὐκ ἄν τις ἔνοχος εἴη τοῖς τῆς δυσφημίας ἐγκλήμασι, κατὰ τῆς οὐσίας αὐτοῦ φέρων τὸ πεποιῆσθαι; Γέγονε γὰρ ἡμῶν Κύριος τῶν ἐπεγνωκότων τὸν ἑαυτῶν Δεσπότην, ὅτε τῷ οἰκείῳ αἵματι πάντας ἀγοράσας, ἀνεδείχθη Χριστὸς καὶ Κύριος. Ἄλλως τὸ αὐτὸ, ἐκ τῶν καθ' ἡμᾶς ἔχον τὸ ὑπόδειγμα. Εἰ ἐπ' ἀνθρώπου λέγοιτο τυχόν· Γέγονεν ὅδε τοῦδε τοῦ κτήματος κύριος, τίς οὕτως ἂν εἴη ληρῶν, ὡς τότε τὴν οὐσίαν αὐτοῦ πεποιῆσθαι νομίζειν, ὅτε καὶ κύριος ἐδείχθη τινός; Γέγονε γὰρ οὐκ αὐτὸς εἰς σύστασιν τοῦ εἶναι τότε προελθὼν, ἀλλ' ὑφ' ἑαυτῷ τι ποιησάμενος. Οὕτω μοι νόει καὶ ἐπὶ Χριστοῦ. Ἐδουλεύομεν πάλαι τοῖς μὴ οὖσι θεοῖς· ὑπεκείμεθα τῇ φθορᾷ· ἀλλὰ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος εὐδοκήσαντος τοῦ Πατρὸς, ἵνα τῆς πλάνης ἡμᾶς ἀπαλλάξας γένηται πάντων Κύριος. Ἔχρισε δὲ αὐτὸν ὁ Πατὴρ, ἵνα δι' αὐτοῦ φθάσῃ καὶ εἰς ἡμᾶς ἡ τοῦ χρίσαντος δύναμις. Γέγονε γὰρ ἐν πρώτῳ Χριστῷ τὰ τῆς φύσεως ἡμῶν ἀγαθὰ, καὶ ἀπαρχὴ τῶν θείων ἡμῖν χαρισμάτων ἐν αὐτῷ καὶ δι' αὐτοῦ ὡς ἀνθρώπῳ καὶ παρὰ Θεοῦ· Θεὸς γὰρ ἦν ἐν σαρκί. Ἄλλως τὸ αὐτό. Ψάλλει που καί φησιν ὁ μακάριος Δαβίδ· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν·» καὶ πάλιν· «Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι.» Ἀλλ' ἐν τούτοις, οὐκ ἄν τις εἴποι τότε πρὸς οὐσίαν κεκλῆσθαι τὸν Θεὸν, ὅτε τῷ πένητι γέγονε καταφυγή. Ἀεὶ γὰρ ὢν τοῦτο καὶ σώζων τοὺς ἀδικουμένους, γέγονε τῷ μὲν Δαβὶδ εἰς Θεὸν ὑπερασπιστὴν, τῷ δὲ πένητι καταφυγή. Ὥσπερ οὖν ὅπερ ἦν ἀεὶ, τοῦτο γίνεται πάλιν τῷ αἰτοῦντι καὶ προσευχομένῳ· οὕτω καὶ ὁ Χριστὸς, Κύριος ὢν ἀεὶ καὶ βασιλεὺς ὡς Θεὸς, γέγονε καὶ ἐν ἡμῖν Κύριος, ὅτε τοῦ συνέχοντος ἡμᾶς διαβόλου τὴν τυραννίδα μισήσαντες, ἐβοήσαμεν πρὸς τὸν Πατέρα· «Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου.» Θεῷ δὲ τὸ ἔργον ἀνατίθησιν ἡ θεία Γραφή. Πάντα γὰρ ὅσα τὴν ἀνθρώπου φύσιν ἐξάλλεται, ταῦτα δικαίως ἔργα καλεῖται Θεοῦ. ΛΟΓΟΣ ΚΒʹ. Εἰς τὸ, «Περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος.» Ἀντίθεσις ἐκ τῶν Χριστομάχων. Καὶ πῶς, φασὶν, ἔσται κατ' οὐσίαν ὅμοιος ὁ Υἱὸς τῷ Πατρὶ, λέγων μὴ εἰδέναι τὴν ἡμέραν τῆς συντελείας τοῦ αἰῶνος· καίτοι τοῦ Πατρὸς εἰδότος, ὥς φησιν αὐτός; Πολὺ γὰρ ἐν τούτῳ τὸ ἀνόμοιον φαίνεται, καὶ φυσική τις διάστασις. Πρὸς τοῦτο λύσις. Εἰ αὐτός ἐστι ποιητὴς αἰώνων, καὶ χρόνων, καὶ και-