Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.365
Not analysed yet
μένων, ποιεῖ τὰ ἔργα αὐτός.» Γίνεται τοίνυν Κύριος καὶ Χριστὸς, ὅτε καὶ ἄνθρωπος γεγονὼς, καὶ διὰ τοῦτο χρηματίσας δοῦλος, ἐκλήθη καὶ Ἰησοῦς. Οὐ γὰρ ἀπαρατηρήτως ὁ ἅγιος ἔφη μαθητής· «Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός·» ἀλλὰ προσέθηκεν, ὅτι «Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.» Χρὴ δὲ πάλιν εἰς τὴν τῶν γεγραμμένων ἀκρίβειαν ἐφορᾷν. Οὐ γὰρ εἶπεν ὅτι πεποίηκεν ἑαυτῷ Λόγον ἢ Υἱὸν, ἀλλὰ Κύριον καὶ Χριστὸν, ὅπερ οὐκ ἀρχὴν σημαίνει τοῦ εἶναι, ἀλλὰ τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάστασιν. Ὅπως δὲ γέγονε Κύριος ἢ Χριστὸς, ἐν τοῖς ἀνωτέρω προείρηται. Ἄλλως τὸ αὐτό. Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, οὐκ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων· ἦν γὰρ ἀεὶ καὶ πρὸ τῆς σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἄν τις εὖ φρονῶν τὸ «ἐποίησεν» ἐνθάδε κατὰ τῆς οὐσίας ἐκλάβοι, ἵνα μὴ ἀσεβεῖν ἀναγκάζηται· τότε πρῶτον διδοὺς ὑπάρξαι τὸν τοῦ Θεοῦ Λόγον, ὅτε γέγονεν ἄνθρωπος· ἀλλὰ τὸ «ἐποίησεν,» ἀντὶ τοῦ, ἀπέδειξε, νοητέον. Οὕτω καὶ αὐτὸς ὁ Πέτρος τοῖς Ἰουδαίοις προσδιαλεγόμενος ἔφασκεν· «Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, καθὼς αὐτοὶ οἴδατε.» Οὐκοῦν διὰ τῶν ἔργων δεικνύων ἐνυπάρχον αὐτῷ τοῦ Πατρὸς τὸ ἀξίωμα, Κύριος γίνεται τῶν πιστευσάντων εἰς αὐτόν· ἀναδείκνυται δὲ ὅτι καὶ αὐτός ἐστιν ὁ Χριστός. Διὰ γὰρ τοῦτο τοῖς Ἰουδαίοις ἀπειθοῦσιν ἔλεγε· «Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν· «Εἰ οὐ ποιῶ τὰ ἕργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι.» Εἰ δὲ διὰ τοῦ δύνασθαι ποιεῖν τὰ ἔργα τοῦ Πατρὸς καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, εἶναί τε ὁμοίως ἐν Πατρὶ, Θεὸς ὣν ἀληθινὸς ἀναδείκνυται, κατὰ τοῦτο γέγονε τῶν εἰς αὐτὸν πιστευσάντων Κύριος, ἐφάνη δὲ καὶ αὐτὸς ὢν ὁ Χριστός· εἰ δὲ παρὰ Θεοῦ πεποιῆσθαι Κύριος λέγεται, καὶ τοῦτο ἔχει καλῶς. Ἐπιγινωσκόμενος γὰρ διὰ τῶν ἔργων γνήσιόν τε καὶ ἀληθινὸν τοῦ Θεοῦ γέννημα, κυριεύει τῶν ἀπειθούντων πάλαι, τῷ τε οἰκείῳ ἀξιώματι καὶ τῇ ἐκ Πατρὸς εὐγενείᾳ μαρτυρούμενος ὡς Θεός. Ἐπειδὴ γὰρ ὅλως ἐγνώσθη Θεοῦ ὑπάρχων Υἱὸς, γέγονε καὶ Κύριος, οὐ τότε πρῶτον τοῦ εἶναι Κύριος ἀρξάμενος (ἦν γὰρ ἀεὶ καὶ Θεὸς καὶ Κύριος), ἀλλ' ὅτε παρὰ τοῖς πεπιστευκόσιν ἐγνώσθη, τότε γεγονὼς καὶ ἐπ' αὐτοὺς Κύριος. Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὁ Λόγος ἦν ἀεὶ Κύριος καὶ βασιλεύς. Ὁ Ἀβραὰμ αὐτὸν προσεκύνει, Κύριον ἀποκαλῶν. Ὁ Μωσῆς ὁμοίως φησί· «Καὶ Κύριος ἔβρεξε παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμοῤῥα.» Ὁ Ψαλμῳδὸς πάλιν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Καὶ πάλιν· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Διὰ τοῦτο ἔχρισέ σε· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς