Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.380
Not analysed yet
ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ ἐστι, περὶ δὲ τοῦ Υἱοῦ δηλονότι φησὶν, ἓν δὲ τῶν πάντων καὶ ἡ ὥρα ἐκείνη, πῶς ἀγνοεῖ ταύτην ὁ ἐν ὀφθαλμοῖς ἔχων τὰ πάντα τετραχηλισμένα; ΑΛΛΟ. Εἰ μὴ δύσφημον εἶναι πιστεύετε τὸ λέγειν ἠγνοηκέναι τι τῶν ὄντων τὸν Υἱὸν, ἐχέτω, καθ' ὑμᾶς, καὶ οὕτως. Ἀλλ' εἰδῶμεν εἰ μὴ σφάλλεσθε τὰ τοιαῦτα φρονοῦντες περὶ αὐτοῦ· ἐξ αὐτοῦ θεωρήσομεν τοῦ πράγματος, εἰ μὴ σαθροτάταις ἐννοίαις ἐπερείδεσθε, καλαμίνην ὥσπερ ἑαυτοῖς ὑποθέντες τὴν βακτηρίαν. Μόνην ἔφησε τὴν ἡμέραν ἐκείνην ἀγνοεῖν ὁ Υἱός· οὐκοῦν εἰ μόνην ἐκείνην ἀγνοεῖ, οἶδε τὰς ἄλλας· ἐν δὲ ταύταις καὶ ἡ πρὸ αὐτῆς κείσεται. Καὶ πῶς ὁ εἰδὼς τὴν πρὸ αὐτῆς, οὐκ οἶδεν ὅτι μεθ' ἣν οἶδεν εὐθὺς ἡ ἀγνοουμένη καθ' ὑμᾶς εἰσβαίνει; Ὅμοιον γὰρ ὥσπερ εἴ τις λέγοι μὴ εἰδέναι τὸν δέκα ἀριθμὸν, ποίαν ἔχει τὴν θέσιν, τοὺς εἰδότας τὸν ἐννέα. Πρόδηλον γὰρ ὅτι μετὰ τὸν ἐννέα ὁ δέκα κείσεται πάντως. Εἰ τοίνυν οἶδε τὴν πρὸ αὐτῆς, πῶς οὐκ εἴσεται καὶ αὐτήν; Πῶς ὁ τοσαῦτα σημεῖα πρὸ τοῦ τέλους ἔσεσθαι λέγων, οὐκ οἶδεν ὅτι μετὰ τὰ σημεῖα τὸ τέλος; Πανταχόθεν τοιγαροῦν ἀνόητοι δειχθήσεσθε, τῆς ἀληθείας τολμῶντες καταψεύδεσθαι. Οἶδε γὰρ τὰ πάντα ὁ Υἱὸς, κἂν οἰκονομικῶς ἀγνοεῖν τι λέγῃ. ΛΟΓΟΣ ΚΓʹ. Εἰς τὸ, «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.» Καὶ εἰς τὸ, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Καὶ εἰς τὸ, «Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· ἀλλὰ καθὼς ἀκούω, κρίνω·» καὶ ὅσα τούτοις ὅμοιά ἐστι ῥητά. Ἀντίθεσις ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ' οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱὸς, ὁ λέγων εἰληφέναι πάντα παρὰ τοῦ Πατρός, Ἔχων γὰρ, οὐκ ἂν ἐδέξατο. Ἐπειδὴ δὲ φαίνεται λαβὼν, ὡς αὐτός φησι, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ. Πρὸς τοῦτο λύσις. Ὅταν οὖν ἀκούσῃς λέγοντος τοῦ Υἱοῦ, «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι,» καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστι, τί ἄρα ποιήσεις, αἱρετικέ; Εἰ γὰρ οὐδὲν ἔχει, καθ' ὑμᾶς, ὁ Υἱὸς ἐξ ἑαυτοῦ, ἔχει τοῦτο καὶ ὁ Πατήρ· καὶ εἰ πάντα ἔχει φυσικῶς ὁ Πατὴρ, ἔχει τοῦτο καὶ ὁ Υἱός. Ἀνάγκη τοίνυν, ἢ τὸ μηδὲν ἔχειν δύνασθαι λέγοντας τὸν Υἱὸν, περιθεῖναι τοῦτο καὶ τῷ Πατρὶ, ἵν' ἔχων φαίνηται τὰ τοῦ Υἱοῦ· ἢ εἰ τοῦτο φευκτέον, ἀνάγκη συνομολογεῖν κεκτῆσθαι τὸν Υἱὸν ὅσα καὶ ὁ Πατήρ. Τοῦ Πατρὸς γὰρ ἔφησεν εἶναι πάντα τὰ ἑαυτοῦ, καὶ αὐτὸς ἔχειν πάντα τοῦ Πατρός.